no image
DDbDP-text
[r]
Ἀπολλωνίωι λογευτῆι Εὐημερίας
παρὰ Ἀντιμάχου τοῦ Ἀντιμάχου
Μακεδόνος ἑκατονταρούρου. Νεφίβιος
τοῦ Ἁρμιύσιος καὶ Πετεσούχου
τοῦ Ψενεμοῦτος μεμισθωμένων
τὸν κλῆρόν μου τὸν ὄντα περὶ κώμην
Διονυσιάδα εἰς τὸ λθ ἔτος κατὰ συγγραφὴν μισθώσεως, ἧς συγγραφοφύλαξ
[…]ων, καὶ ἐπὶ τοῦ καιροῦ τοῦ θερισμοῦ
στρατευομένων αὐτῶν καὶ μὴ
ὑπομενόντων μισθοῦσθαι θεριστὰς
ἀκολούθως τοῖς διὰ τῆς μισθώσεως
διηγορευμένοις ἠναγκάσθην
αὐτὸς χορηγῆσαι ἐκ τοῦ ἰδίου …
μέχρι τοῦ τὰ γενήματα κατασταθῆναι ἐφʼ ἅλω καὶ νυνὶ δὲ τῶν
ἐπὶ τῆς ἅλω πάντων …[…]……
[…]η…
[… ? lines lost …]
[v]
ἈντιμάχουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.