no image
DDbDP-text
Wo sind die Papiere? via HGV-meta
Letter about missing deeds of sale for slaves. A letter written from Alexandria between AD 113 and 117 to a woman addressed as "sister", probably Aline, wife of the strategos Apollonios. The writer cannot find the title deeds of sale for some slaves, asks her to help trace the dates and registry offices of the sales, and reports recommending her to officials. machine translation
Linked by Trismegistos ID
TM 22116.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… ? lines lost …]
[2]
ἐπιστολὰς συστατικὰς πρὸς τὸν ἐπιστράτηγον, μή
ποτε φθάσῃ παρʼ ὑμῖν γενέσθαι. ἐνετειλάμην δὲ
καὶ Ἀντωνείνωι στρατιώτηι, ὃς ἦν ἐν τῆι ἐπιστρατηγίαι Οὐίνδικος μεθʼ ἡμῶν, ἀναπλεύσαντι δὲ καὶ νῦν μετὰ τοῦ ἐπιστρατήγου, ἵνα ἐν ὅλωι
τῶι πράγματί σοι παραστῇ. οὐδὲν δʼ ἧττον καὶ νῦν
ἔπεμψά σοι πρὸς αὐτὸν ἐπιστόλιον. τῶν δούλων τοὺς χρηματισμοὺς ἕως τούτου οὐχ εὗρον.
ὅλως γὰρ παρʼ ἐμοὶ οὔτε ἡ ἀπὸ σοῦ εἰς Ἀχιλλέα ὠνὴ
εὑρέθη οὔτε ἡ ἀπὸ Ἀχιλλέως εἰς τὴν εὔμοιρον.
καὶ ὁ Ἀχιλλεὺς δὲ ἀποδημεῖ, καὶ ἐπὶ τῶι πράγματι
ἀμηχανῶ οὐκ εἰωθὼς ῥιπτεῖν οὐδὲν μὲν
ἁπλῶς βιβλίον, μάλιστα τὰ ἀναγκαιότερα. ἀλλὰ
καὶ ὁ ἀγοράσας παρὰ σοῦ τὸ ἄλλο σωμάτιον, ῥητορίσκος τις ἐπὶ τοῦ δικαιοδότου λέγων, πολλάκις ταξάμενος τὸν χρόνον ἡμῖν εἰπεῖν
τῆς ὠνῆς ἠγνωμόνησεν. εἰ οὖν δύνασαι
τὸν χρόνον εὐμνημονεῦσαι καὶ διὰ ποιου ἀρχείου τετέλεσται, δήλωσόν μοι
καὶ ζήτησον ἐν τοῖς βιβλίοις σου μὴ ἡ εἰς
Ἀπολλωνάριον ὠνή ἐστιν. καὶ εἰ οἶδας
διὰ ποίου γραμματέως ἡ εἰς Ἀχιλλέα ἀπὸ σοῦ
καταγραφὴ γέγονεν, γράψον μοι· οὐ γὰρ εὑρεθη παρὰ Ποτάμωνι τῶι γραμματεῖ. ἵνα δὲ
[3]
ἐν τοσούτωι μηδείς σοι διοχλῇ, ἔγραψα
τῶι γραμματεῖ τοῦ στρατηγοῦ συνιστὰς
τὸν μικρὸν Ἡρακλείδην καὶ περὶ τοῦ
πράγματος δηλῶν, ἵνα ἄλλʼ ἐπινοῇ
ἄχρι ἂν πέμψω τοὺς χρηματισμοὺς
ἢ παραγένωμαι. τὴν περὶ Σαραπίωνος ἐπιστολὴν ὡς σὸν κατόρθωμα τοῖς πυνθανομένοις σου καὶ αὐτῶι
τῶι Σαραπίωνι διαβεβαίωσαι ἀντιλαμβανομένη καὶ τοῦ μεγέθους τοῦ πράγματος. καὶ ἂν ἐπʼ ἀγαθῷ
καταπλέῃς, κοιτάριον σπουδαῖον
ἔνεγκον, ἵνα πέμψωμεν Φίλωι σπουδαίως
ἡμῖν προσενεχθέντι ἢ ὃ ἐὰν
ἄλλο δοκιμάσῃς ἐρρῶσθαί σε εὔχομαι,
ἀδελφή. Ἡρακλείδην
συνασπάζου. Πτολεμαῖος πάντας ἀσπάζεται.
Μεχεὶρ κηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.