no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11307.
Each record below describes this same artifact or text from a different angle.
Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίων τραπεζίταις
οἱὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι τῶν ἑξῆς κωμῶν διὰ Ἡρακλείδου ἀποσυσταθέντος· ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος
διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ
καὶ κριθῆς ὧν κατήξαμεν ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας ἐπὶ τῷ
Πτολεμαίῳ γενομένης γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ϙα 𐅵 γ η, κριθῆς ἀρτάβας νη κδ, τιμῆς ὡς τῆς ἀρτάβης
τοῦ μὲν πυροῦ κατὰ τὰ κελευσθέντα ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ψλε τετρώβολον, τῆς δὲ κριθῆς
ὡς τῶν ρ ἀρταβῶν δραχμῶν υπ, τὰς συναγομένας ἀργυρίου δραχμὰς σοη τριώβολον χαλκοῦς 4, τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς χιλίας δέκα τέσσαρας ὀβολὸν χαλκοῦς 4. εἰσὶ δέ· Πτολεμαΐδος Μελισσουργῶν· Ἁτρῆς Παποντῶτος
πυροῦ ἀρτάβας γ ϛ κριθῆς ἀρτάβαςβ δ, Θέων Θέωνος πυροῦ ἀρτάβας β 𐅵 ιβ κριθῆς ἀρτάβας γ 𐅵 ιβ, Δημήτριος Πετεσούχου
πυροῦ ἀρτάβας γ γ η κριθῆς ἀρτάβας β γ, Θέων Χαριδήμου πυροῦ ἀρτάβην α 𐅵 κδ κριθῆς ἀρτάβας γ δ, Πρωτίων Παποντῶτος πυροῦ ἀρτάβης 𐅵 ιβ κριθῆς α 𐅵 ιβ, Πετεσοῦχος Χαριδήμου πυροῦ ἀρτάβης δ κδ κριθῆς ἀρτάβας β. Ὀξυρύγχων· Θέων
Πτολεμαίου πυροῦ ἀρτάβας β ϛ κριθῆς ϛ κδ, Δημήτριος Χαριδήμου πυροῦ ἀρτάβας η ϛ κριθῆς ϛ 𐅵 γ κδ. Ἄρεως·
Πτολεμαῖος Παποντῶτος πυροῦ ἀρτάβης δ κδ κριθῆς γ κδ, Φάσεις Ἁρμιύσιος κριθῆς ἀρτάβην α κδ. Ἀφροδείτης
πόλεως· Χράτης Πετερμούθεως καὶ Ἰσίων Πτολλᾶ πυροῦ ἀρτάβην α γ ιβ κριθῆς ἀρτάβης 𐅵 γ ιβ, Μεσοῆρις Φάσειτος
καὶ Πετερμοῦθις Φάσειτος πυροῦ ἀρτάβην α 𐅵 ιβ κριθῆς 𐅵 γ ιβ. Ταλεί· Μαρ[…]νος Μάρωνος πυροῦ ἀρτάβας ϛ ϛ κριθῆς ἀρτάβας ε ιβ, Σαραπίων Μαρρείους πυροῦ ἀρτάβας γ γ κδ κριθῆς β κδ, Σαραπίων Ἥρωνος πυροῦ ἀρτάβας γ
κριθῆς ἀρτάβην α κδ, Σαραπίων Ἁρποκρατίωνος πυροῦ ἀρτάβας β δ κδ κριθῆς ἀρτάβην ϛ κδ, Ὀρσενοῦφις Ὀρσενούφεως πυροῦ ἀρτάβας β γ κριθῆς 𐅵 γ ιβ, Σαραπίων Μάρωνος πυροῦ ἀρτάβας β ϛ κδ κριθῆς
ἀρτάβην α 𐅵 η, Ὡρίων Διδύμου πυροῦ ἀρτάβας ϛ δ κριθῆς ἀρτάβας β δ, Ἰσχυρᾶς Ἰσχυρᾶ πυροῦ ἀρτάβας γ ϛ κριθῆς ἀρτάβης 𐅵 γ ιβ,
Ἥρων Κρονίωνος πυροῦ ἀρτάβας δ ϛ κδ κριθῆς ἀρτάβην α γ κδ, Κρονίων Ἥρωνος πυροῦ ἀρτάβας δ κριθῆς ἀρτάβην α 𐅵 η,
Μαλλαῖς Μάρωνος πυροῦ ἀρτάβας ζ γ κδ κριθῆς ἀρτάβας γ 𐅵, Μυσθαρίων […]…ωνος πυροῦ ἀρτάβας β 𐅵 κριθῆς ἀρτάβην α ϛ η
Κρονίων Κρονίωνος πρεσβυτέρου πυροῦ ἀρτάβας δ κριθῆς ἀρτάβην α 𐅵 η, Α…[…]… ἀπάτωρ πυροῦ ἀρτάβας δ κριθῆς ἀρτάβην α 𐅵 η, Κρονίων Φιλαδέλφου πυροῦ ἀρτάβας δ κριθῆς ἀρτάβην α 𐅵 η,[…]…ων ἀπάτωρ
πυροῦ ἀρτάβας δ κριθῆς ἀρτάβην α γ ιβ, Ὀρσενοῦφις Κολλούθου καὶ […] πυροῦ ἀρτάβην α ϛ κριθῆς α 𐅵 η,
Ἀντίοχος Σύρου πυροῦ ἀρτάβην α ιβ κριθῆς ἀρτάβης𐅵 γ ιβ. γίνονται αἱ προκείμεναι. Ἡρακλείδης ἀποσυσταθεὶς
ὑπὸ τῶν προγεγραμμένων κτηνοτρόφων ἀπέχω τὰς προκειμένας ἀργυρίου δραχμὰςχιλίας δέκα τέσσαρας ὀβολὸν χαλκοῦς 4, γίνονται δραχμαὶ Αιδ ὀβολὸς χαλκοὶ 4, καθὼς πρόκειται. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.