Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.grenf.2.25

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ιδ τοῦ καὶ ια Μεσορὴ κθ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὁμολογία ἣν ἑκόντες συνχωρήσαντες ἔθεντο πρὸς ἑαυτούς, καθʼ ἣν ὁμολογεῖ Νεχθανοῦπις ΠατσεοῦτοςΠαπεοῦτοσ Πέρσης ὡς ἐτῶν ν συνκεχω ρηκέναι Πετεαρσεμθεῖ Πανοβχούνιος καὶ τοῖς ἀδελφοῖς ΠετεσούχῳΠετεσουχος καὶ ΦαγώνειΦαγωνις καὶ ΨεννήσειΨεννησις ἀπὸ τῆς σφραγῖδος γῆς σιτοφόρου ἐν τῷ περὶ Πάθυριν πεδίωι ἐν τῷ ἀπὸ βορρᾶ μέρει, ἧς ἐωνήσατο παρὰ Παοῦτος τοῦ Ὥρου ἐν τῷ ια τῶιτου καὶ η ἔτει, ἄρουραν μίανμια ἥμισυ τέταρτον κατʼ ὠνὴν Αἰγυπτίαν ἥν ἔθε το διʼ Ἐσπνούθιος Αἰγυπτίου μονογράφου Κροκο δίλων πόλεως Τνεφερῶτι τῇ τοῦ ΝεχθανούπιοςΝεχθανουπι γυναικὶγυναικεὶ ἀντὶ τῆς παρακεχωρημένης ἐν τῆι ἄνω σφραγῖδιφραγιδος ἀρούραςἀρουραν μιᾶςμια ἡμίσουςἥμισυ τετάρτουτέταρτον ὑφʼ ὑ μῶνἡμῶν· καὶ μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι Νεχθανοῦπιν μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεαρσεμθεία καὶ τοὺς ἀδελφοὺς μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐ τῶν περὶ τῶν ἄνω παρακεχωρημένων. εἰ δὲ μὴ, ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω, καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆ μα χαλκοῦ τάλαντα δέκα καὶ ἱερὰς βασιλεῦσι ἀργυ ρίου ἐπισήμου δραχμὰς διακοσίας, καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν κατὰ τὰ προγεγραμ μένα. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.