Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.grenf.2.30
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ιϛ τοῦ καὶ ιγ Χοίαχ δ ἐν Πα θύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐπελύσατο Πετεαρσεμθεὺς καὶ Πετεσοῦχος τοῦτων Πανοβχούνιος τοῦ ΤοτοηοῦςΤοηοῦς καὶ οἱτους τούτων ἀδελφοὶ δάνειον χαλκοῦ ταλάντων β ἃ ἐδάνεισεν αὐτοῖς Πετεαρσεμθεὺς Ἀλμαφέως κατὰ συνγραφὴν δανείου τὴν τεθεῖσανετεθεῖσαν ἐπὶ τοῦ ἐν Παθύρει ἀρχείου ἐν τῷ ιε τοῦ καὶ ιβ ἔτει· ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου Πετεαρσεμθεὺς Ἀλμαφέως ἀνομολογήσατο ἀπέχειν παρὰ Πετεαρσεμθέως τοῦ Πανοβχούνιος καὶ τῶντους τούτου ἀδελφῶν τὰτας τοῦ σημαινομένουσημαινομενων χαλκοῦ τάλαντα β, καὶ μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι Πετεαρ σεμθεία μηδʼ ἄλλον τινὰ τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεαρσεμθέα καὶ τοὺς ἀδελφοὺς μηδʼ ἐπʼ ἄλλον τινὰ τῶν παρʼ αὐτῶν. εἰ δὲ μή, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω, καὶ προσ αποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παρα χρῆμα χαλκοῦ τάλαντα ε καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρ, καὶ μηθὲν ἧσσον κύριον εἶναι κατὰ τὰ προγεγραμμένα. τοῦτοτοῦτου δʼ ἐστὶν τὸ ὀφείλημα ὃἃ ὤφειλεν Ἁρπὼς Παβῦτος καὶ ἡτη τούτου γυνὴγυναικει ΤαρεῆσιςΤαρεησιος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἐπίλυσις πρὸς Πετεαρσεμθέα καὶ τοὺς ἀδελφοὺς δανείου χαλκοῦ ταλάντων β ἃ ἐδάνεισεν αὐτῶι Πετεαρσεμθεὺς Ἀλμαφέως.Cross-references (3)
- TM-Text 74 primary
- DDbDP-Text p.grenf;2;30 tier-1
- HGV-Text 74 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.