no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22637.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἀπίων Παησίου ἀπὸ Ἀντινόου πόλεως κυβερνήτης πλοίου πολυκώπου ἐξ υπηρετοῦντος τῇ τάξει ἡγεμονίας Θηβαίδος Αὐρηλίῳ Σεννούθῃ Βίκτορος ἀπὸ Ἑρμοῦ πόλεως οἰκοῦντι ἐν Πανὸς πόλειἐρέτῃ ἐπὶ τοῦ πλοίου πολυκώπου χαίρειν. ἔσχον παρὰ σοῦ καὶ πεπλήρωμαι τῶν μισθῶν τῶν κατὰ συν ήθειαν διδομένων εἰς τὸ αὐτὸ πολύκωπον ὑπὲρ τῆς παρούσης δευτέρας ἰνδικτίονος, καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ περὶ τούτου, καὶ ἐξέδωκά σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν ἐφʼ ὑπογραφῆς μου, καὶ ἐπερω τηθεὶς ὡμολόγησα. ὑπατείας τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου καὶ Φλαυίου Ῥουμορίδου τοῦ λαμπροτάτουτοῦ γενναιοτάτου καὶ Ρωμορρότου τοῦ μεγαλοπρεπεστάτου Φαῶφι κθ. Αὐρήλιος Ἀπίων Παησίου ὀ προκείμενος ἐξέδωκά σοι ἀποχὴν ταύτην ὡς πρόκειται. Μέλας ΦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.