no image
DDbDP-text
Letter demanding release of a rower of the governor's galley. Letter from Victor and Kollouthos, headmen of the governor's galley commanded by the chief helmsman Apion, to four local men who had detained their rower Sennouthes son of Victor of Hermopolis for an unrelated liturgy. They demand his release, threatening judicial action and penalties, and offer their help in return. Written around AD 400. machine translation
Linked by Trismegistos ID
TM 22638.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίοις μου ἀδελφοῖς Βίκτωρι καὶ Μαξίμῳ καὶ
Βίκτωρι ἑτέρῳ καὶ Θεωνᾷ Βίκτωρ καὶ Κολλοῦθος
κεφαλαιωταὶ τοῦ ἡγεμονικοῦ πολυκώπου
τοῦ ὑπὸ Ἀπίωνος ἀρχικυβερνήτου χαίρειν.
οὐ καλῶς ἐποιήσατε οὔτε ἀκίνδυνον ὑμῖν ἦν
κατασχόντες τὸν ἡμέτερον ἐρέτην Σεννούθην
ἐκ πατρὸς Βίκτορος Ἑρμοπολίτην λειτουργίας
ἕνεκα οὐ προσηκούσης αὐτῷ. τοῦ γὰρ πατρὸς αὐτοῦ
λειτουργοῦντος ἐκ πολλοῦ τοῦ χρόνου εἰς τὸ αὐτὸ
πολύκωπον καὶ μισθοὺς χορηγοῦντος ὑπὲρ ἰδίας
κεφαλῆς καὶ συντελοῦντος ἡμῖν ἐκ πατρῷας αὐτοῦ
διαδοχῆς, ὑπάρχει ἡμῖν ἐρέτης τοῦ αὐτοῦ πολυκώπου
ὁ κατασχεθεὶς παρʼ ὑμῶν. ὅθεν εἰδότες τὸ γεγονὸς
ἄτοπον, σπουδάσατε τοῦτον ἀπολῦσαι καὶ φυλάττειν
τῇ τηλικαύτῃ ἀρχοντικῇ ὑπηρεσίᾳ, εἴ γε βούλεσθε
ἔχθραν μεγάλην περιγράψαι. εἰ δὲ οὖν ἐπιμένητε
τῇ αὐτῇ ἐπηρείᾳ, μεταγνῶναι ἔχετε ὥστε καὶ
ἀγανακτήσεως δικαστικῆς πειραθῆναι, οὐδὲν δὲ
ἧττον καὶ ζημίας ὑφίστασθαι. βούλεσθε οὖν τὸν
κατασχεθέντα πάσης ἐπηρείας ἀπαλλάξαι, εἰδότες
τὴν ἀκολουθίαν· πεισθέντων γὰρ ὑμῶν τούτοις
ἡμῶν τοῖς γράμμασιν, νομίζομεν ὅτι δυνάμεθα
καὶ αὐτοὶ χρησιμεύειν ὑμῖν ἐν τῇ τάξει εἰς ὃ ἐὰν
βουληθῆτε ἐπὶ τόπων. ἐρρῶσθαι ὑμᾶς
εὔχομαι πολλοῖς
χρόνοις.
.
[v]
ἀπόδος Βίκτορι καὶ Μαξίμῳ καὶ Βίκτορι ἑτέρῳ καὶ Θεωνᾷ […]
[…] καὶ Βίκτορος καὶ Κολλούθου κεφαλαιωτῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.