no image
DDbDP-text
Brief des Isaios via HGV-meta
Letter from Isaios to Herakleios on his hasty departure. A Christian letter from Isaios to his 'brother' Herakleios, regretting that Herakleios left in haste without a proper farewell or consultation, and urging him to manage his affairs without exposing himself to danger, as befits their religious profession. It dates to the 3rd or 4th century AD. machine translation
Linked by Trismegistos ID
TM 31942.
Each record below describes this same artifact or text from a different angle.
[r]
χαῖρε, κύριέ μου ἄδελφε
Ἡράκλειε ἐν Κυρίωι παρὰ Ἰσαίου.
τὸ τάχος σου τῆς ἀποδημίας
σου, ἄδελφε, καὶ μάλιστα
ἐν τοιούτωι, ἐλύπησέ με·
οὔτε γὰρ ἐγὼ ἐσχόλαζον τότε ἵνα σοι κατὰ πόδας
ἀκολουθήσω καὶ εἰδῶ σου τὴν
πρόθεσιν, οὔτε σὺ ὡς
προσῆκεν ἀπήντησας ἡμῖν
πρὸς τὴν ὥραν τῆς ἀποδημίας, ἵνα ὁμιλίας ἢ καὶ
γνώμης σοι περὶ τῶν κατὰ
σὲ κοινωνήσωμεν. ὡς
δὲ ἐγένετο, θεὸς μετὰ σοῦ.
πείρω μέντοι, ἄδελφε, τὰ
κατὰ σὲ διαθέσθαι χωρὶς
τοῦ ἐπὶ κινδύνωι ἢ κατα χρω…ατος τινο… πρᾶξαι· οὕτω γὰρ καὶ πρέπει
ἡμῶν τῶι προσχήματι
ὃ ἀμφιπερικείμεθα …νο[…]
[…] γράφε δὲ ἡμῖν […]
[…]τρίτω …κ[…]
ἀσπάζονταί σε οἱ ἀδελφοί.
ἔρρωσό μοι, ἄδελφε ἐν Κυρίωι.
[v]
Ἡρακλείωι παρὰ Ἰσαίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.