Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.gur.2dupl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους κβ ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρείαι μηνὸς Δύστρου κβ ἐνἐγ Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ προέδρου Ζηνοθέμιδος· δικασταὶ Διομήδης Πολυκλῆς Ἄνδρων Θεοφάνης Μαιάνδριος Σώνικος Διοτρέφης. καθίσαντος ἡμᾶς Πολυδεύκου τοῦ εἰσαγωγέως κατὰ τὸ παρὰ Ἀριστομάχου τοῦ πρὸς τῆι στρατηγίαι τοῦ Ἀρσινοίτου νομοῦ τεταγμένου γραφὲν αὐτῶι πρόσταγμα οὗ ἐστιν ἀντίγραφον τόδε· Πολυδεύκει χαίρειν. ἠξίωκεν τὸν βασιλέα διὰ τῆς ἐντεύξεως ἡ Ἡράκλεια καθίσαι ομο σαντας πάντας δικαστὰς πλὴν ὧν ἂν ἑκάτερος ἐξαναστήσηι κατὰ τὸ διάγραμ μα. ἔτους κα Δύστρου ιϛ Παχὼν ιθ. τάδε ἔγνωμεν περὶ τῆς δίκης ἧς ἐγράψατο Δωσίθεος Ἡράκλειαι κατὰ τὸ ἔγκλημα τόδε· Δωσίθεος ιου Ἰουδαῖος τῆς ἐπιγονῆς Ἡράκλειαι Διοσδότου Ἰουδαίαι. καθὰ σαυτὴν κατηγορήσας ὅτι τοῦ κα ἔτους μηνὸς Περιτίου κβ ἐσιόντος ἐμοῦ τε καὶ ἄλλων ἐν τῆι Ἀπίωνος ἀπὸ τῆς λεγομένης Πασύτιος οἰκίας ἥ ἐστιν ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ ἀπέναντι τῆς λεγομένης Πασύτιος οἰκίας τοῦ μ παραγενομένη εἰς τὸν τόπον τοῦτον μετὰ Καλλίππου τοῦ αν ου ἐλοιδόρησας φαμένη με εἰρηκέναι πρός τινας διότι τὴν γυναῖκα, ἐμοῦ δέ σε ἀντιλοιδοροῦντος οὕτως ἐπτύσας ὥστε καὶ λαβομένη μου τῆς ἀναβολῆς τοῦ ἱματίου πετ ς με καὶ πες ἕως ὅτου α πολλάκις Καλλίππου τοῦ προγεγραμμένου β τῶν δὲ παρόντων ἐπιτιμώντων σοί τε καὶ Καλλίππωι διετελέσω σὺ ὑβρίζουσα α ἐπεμαρτυράμην. διὸ δικάζομαί σοι κατὰ τὴν ὕβριν δραχμὰς σ, τίμημα τῆς δίκης δραχμὰς . ὑβρισμένος δὲ καὶ τὸ αν καὶ διὰ τοῦ ἐγκλήματος τοῦδε ἐνεπισκήπτομαι. ἔτους κα ἐφʼ ἱερέως Γαλέστου τοῦ Φιλιστίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Σωσιπόλιος μηνὸς ʼϛ. ἡ δὲ δίκη σοι γραφήσεται ἐν τῶι δικαστηρίωι τῶι ὄντι ἐν τῶι δικαστηριωι Ἀρσινοίτηι νομῶι οὗ εἰσαγωγεὺς Πολυδεύκης ἔτους κα μη νὸς Περιτίου καὶ τὸ ἔγκλημα ἔχεις κληθεῖσα ἐνώπια· κλήτορες φάνης Νικίου Θρᾶιξ τῶν ἐπέργων, Ζώπυρος Συμμάχου Πέρσης τῆς ἐπιγονῆς. τούτου δὲ τοῦ ἐγκλήματος ὄντος καὶ Δωσιθέου μὲν αὐτοῦ οὐ παρόντος καὶ οὔτε τὸν γραπτὸν λόγον θεμένου οὔτε γομένου τορην, Ἡράκλειας δὲ παρούσης μετὰ κυρίου Ἀρισ τίδου τοῦ Πρωτέου Ἀθηναίου τῆς ἐπιγονῆς καὶ ἅμα τε γραπτὸν λόγον θεμένης καὶ τὰ δικαιώματα βουλομένης τε ἀπο λογεῖσθαι τὴν δίκην ἐπειδὴ καὶ τὸ διάγραμμα ὃ καὶ παρέδοτο ἐν τοῖς δικαιώμασιν ἡ Ἡράκλεια συνστῆσαι καὶ δικάζειν κως ὅσα μὲν ἐν τοῖς βασιλέως Πτολεμαίου διαγράμμασιν εἰδὴ γεγραμμένα ἢ ἐμφανίζηι τις ἡμῖν κατὰ τὰ διαγράμματα ὅσα τε μή ἐστιν ἐν τοῖς διαγράμμασιν ἀλλʼ ἐν τοῖς πολιτικοῖς νόμοις κα τὰ τοὺς νόμους, τὰ δʼ ἄλλα γνώμηι τῆι δικαιοτάτηι συντάσσει ἐὰν δὲ ἀμφοτέρων τῶν ἀντιδίκων κληθέν των ἐν τῶι δικαστηρίωι ἑκάτερος οὖν αὐτῶν μὴ βούληται γραπ τὸν λόγον θέσθαι ορην ἢ ἀποδέχεσθαι ἢ συθασθαι κρινέτωσαν ἀδικῆσαι. ἀπεδικάσαμεν τὴν δίκηνCross-references (3)
- TM-Text 5865 primary
- DDbDP-Text p.gur;;2dupl tier-1
- HGV-Text 5865 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.