Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hamb.1.57

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους κβ, Θῶυθ κζ. ὅρκος Ἀχιλλέως καὶ Ἑρμίου καὶ Ἀπολλωνίου καὶ Ἡρακλείδου βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς τῶν Πτολεμαίου καὶ Κλεοπάτρας, θεῶν Ἐπιφανῶν, ἔτους δευτέρου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλο πατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου Θῶυθ ἑβδόμηι καὶ εἰκάδι, ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὅρκος, ὃν ὤμοσαν ὑφʼ ὃν καὶὑμῖν καὶ ἐχειρογράφησαν. ὀμνύομεν βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν ἀδελφὴν τοὺς ἐκ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Κλεοπάτρας, θεῶν Ἐπιφανῶν, θεοὺς Φιλομήτορας καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Φιλο πάτορας καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ Σάραπιν καὶ Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας Ἀχιλλεὺς Ὥρου καὶ Ἑρμίας Πρωτάρχου καὶ Ἀπολλώνιος Κασίου καὶ Ἡρακλείδης Πρτου οἱ τέσσαρες νησιῶται τῶν ἀπὸ τῆς Νικάδους τριημιολίας μισθοφόρου νησιωτῶν Κυδίαι τῶν διαδόχων καὶ στρατηγῶι, ἦ μὴν τὸτὸν θηρευθησόμενον διʼ ἡμῶν καὶ διὰ τῶν παρʼ ἡμῶν ἐργατῶν ἄγριον πᾶν ἀνοίσειν ς, ὃ δὲ δεῖ ἀποδίδοσθαι τελώναις ἢ ᾧ εἰς τὴν ἰδίαν χρείαν χρησώμεθαχρασώμεθα ἀποκεφαλισης ἰχθυ τῶν τελωνῶν. ἐὰν δὲ εἰς μετα αι τελῶν τοῦ ἀποδώσεσθαι εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴηι, ἐφιορκοῦσι δὲ τὰ ἐναντία. καὶ Ἡρακλείδης νησιωτῶν τῶν ἀπὸ τῆς Νικάδους θεις

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.