Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hamb.1.64

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Τιβερίωι Κλαυδίωι Εἰρηναίωι παρὰ Θέωνος τοῦ Θέωνος Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι εἰς ἔτη πέντε ἀπὸ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Τραϊανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρ χόντων σοι περὶ κώμην Εὐημέριαν τῆς Θε μίστου μερίδος ἐδαφῶν τὰς ἐν μιᾷ σφραγῖδι κλήρου ἀρούρας ἓξ ἢ ὅσαι ἐὰν ὦσι πρὸς ἐλαιῶνι πρότερον Νικάνωρος, ἐκφορίου τοῦ παντὸς τοῦ μὲν πρώτου ἔτους τῆς μισθώσεως σὺν ᾗ λήμ ψομαι σπερμάτων ἑκάστῃ ἀρούρῃ πυροῦ δρόμων ἀρτά βῃ μιᾷ πυροῦ τῶν ὅλων ἀρουρῶν ἓξ ἀρταβῶν πεντήκοντα πέντε , ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τέσ σαρα ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος σὺν ᾗ λήμψομαι σπερμάτων ἑκάστῃ ἀρούρῃ πυροῦ δρόμων ἀρτάβῃ μιᾷ πυροῦ τῶν ὅλων ἀρουρῶν ἓξ ἀρταβῶν τεσσαράκοντα δύο ἀνυπολόγων καὶ ἀκινδύνων. καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος τοῦ κλήρου γεωργικὰ ἔργα πάντα σπείρωνσπίρων κατʼ ἔτος οἷς ἐὰν αἱρῶμαι πλὴν κνήκου. τὰ δὲ κατʼ ἔτος ἐκφόρια ἀποδώσω ἐν μηνὶ Παῦνι ἐν τῇ κώμῃ ἐν θησαυρῷ μέτρῳ ἕκτῳ θεοῦ Εὐημερίας, τῶν κατʼ ἔτος δημοσίων φορέτρωνφολέτρων καὶ ἐνοικίου θησαυροῦ ὄντων πρός με τὸν Θέωνα. καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν κλῆρον, τὸ μὲν ἥμισυ ἀπὸ συγκομιδῆς πυροῦπυρῶ καὶ ἄλλο τέταρ τον ἀπὸ σπορᾶς γενῶν ἀναπαυματικῶν, τὸ δὲ λοιπὸν τέταρτον ἀπὸ χόρτου βρώματος βοῶν. βεβαίωσις δέ μοι ἀπὸ δημο σίων, ἀμεταμίσθωτα καὶ ἀναυτούργητα, ἐὰν φαίνηται μισθῶσαί μοι ἐπὶ τοῖς προκιμένοις. Θέων ὡς ἐτῶν ν οὐλὴ πήχει δεξιῷ ἐπιδέδωκα τὸ ἀναφόριον ἐπὶ πᾶσι τοῖς προκιμένοις καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναιεἰδειν γράμ ματα Ἡρακλείδης νομογράφος Εὐημερίας. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Σεβαστοῦ θ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.