Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hamb.1.68

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

καὶ πύργῳ καὶ κ ἡ λιαστηρίῳ ὁλοκλήρῳ καὶ χαρακῶνι καὶ φυτοῖς καὶ φοίνιξι καὶ πωμαρίῳ καὶ ἐλαιῶσιἐλαῶσι καὶ ἀχυροθήκῃ τῇ ἐντὸς τῆς λιβικῆς αὐθεντικῆς θύρας, σὺν φυτοῖς ὅλοις ἐνκάρποις τε καὶ ἀκάρποις αρβῳ νεοφυτίῳ καὶ τοῖς δυσὶ ξυλίνοις ὀργάνοις, διακείμενον ἐν τῇ αὐτῇ νοτίνῃ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ Φερκω ἐκ νότου τοῦ κτήματος τοῦ εὐαγοῦς μοναστηρίου Γενεαλίου, ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ καὶ τὴν πᾶσαν γεωργικὴν αὐτοῦ ποιήσασθαι ἐργασίαν ἐκ τῶν ἰδίων μου ζώων καὶ ἀναλωμάτων καὶ γεωργῶν πρὸς ἑξαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ ἐσομένης τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἰνδικτίωνος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου, καὶ διδόναι ὑμῖν τὸν φόρον ἐπʼ ἀποτάκτῳ, ἐν τελείῳ καὶ ἀβροχικῷ, ὃ μὴ εἴη, φορᾶς τε καὶ ἀφορίας, πασῶν ὧντων περιέξωθενπεριέξω εν ἀρουρῶν λιβικῶν τε καὶ ἀπηλιωτικῶν τοῦ αὐτοῦ κτήματος πρὸς ἀναμέτρησιν τοῦ δημοσίου σχοινίου ἀπὸ ἑξήκοντα τεσσάρων ἀμμάτων επισθουμενθος ἑκάστης ἀρούρης ἀνὰ σίτου καθαροῦ καὶ φορικοῦ ἀρτάβας τέσσαρας καὶ κριθῶν ἀρτάβην μίαν μέτρῳ τῆς οὐσίας τοῦ τῆς μεγαλοπρεποῦς μνήμης κόμετος Ἀμμωνίου. γεωργήσω δὲ ὑμῖν τὴν πλαστὴν γῆν ἤτοι χερσάμπελον ἐφʼ ἡμισείας κατʼκαθʼ ἔτος, καὶ τὴν ταύτης δώσωμεν ἐκ τοῦ κοινοῦ σπερμοβολίανσπερμαβολίαν καὶ ἀμπελικὸν νεοφυτεῖοννεοφυτῖον φιλοκαλήσωφιλοκαλέσω καὶ ποτίσω ἀκαταφρονήτως χειμῶνί τε καὶ θέρει. σπείρωσπερῶσπειρῶ δὲ ὑμῖν ὡσαύτως ἐφʼ ἡμισείας ἐπʼ ἀναβάσει βονῇ τὸν ὑμέτερον βουνὸν τὸν ἐξ ἀπηλιώτου τῶν ἀπηλιωτικῶν γῃδίων τοῦ αὐτοῦ κτήματος λεγόμενον ἄπα Διοσκόρου. καὶ τοῦ καιροῦ γενομένου κατʼκαθʼ ἔτος τῆς συνκομιδῆςσυνκομιζῆς τὸ περιεσόμενον ἡμῖν γένημά τε καὶ ἄχυρον ἔκ τε τοῦ βουνοῦ καὶ τῆς αὐτῆς πλαστῆς γῆς ἤτοι χερσαμπέλου μερισθήσεται εἰς ἡμᾶς κατὰ τὸ ἥμισυ μέρος, εἰς ἐμὲ μὲν λαβεῖν μέρος ἓν ὑπὲρ τῶν ἐμῶν καμάτων, εἰς ὑμᾶς δὲ τὸ ἄλλο μέρος ὑπὲρ τῶν ἐκφορίων. παρέξω δὲ ὑμῖν κατʼκαθʼ ἔτος ὑπὲρ ἀργυρικοῦ τοῦ γεουχικοῦ ὑμῶν ἡμίσους μέρους τῶν ἐκεῖσε φοινίκων χρυσοῦ τριμήσιον ἓν συναλλαγῆς πρὸς παρὰ ἓν τοῦ νομίσματοςπαρασταθμίαν τοῦ νομίσματος χρυσοχοικῷ σταθμῷ τῆς ολ κώμης ἐν τῷ μηνὶ Τῦβι κατʼκαθʼ ἔτος. ὁ δὲ καρπὸς τῶν ἐλαίων καὶ τῆς μυξέαςμυξαίας καὶ τοῦ καρποῦ τοῦ πωμαρίου καὶ τῆς καλαμίας ἐφʼ ἡμισείας, στελλομένου δὲ ὑμῖν τοῖς γεούχοις κατʼκαθʼ ἔτος ἑνὸς φοίνικοςφοινκος λεγομένου Ἰωάννου τοῦ ἐπάνω τῆς ἀμάρας. παρέξω δὲ ὑμῖν κατʼκαθʼ ἔτος ὑπὲρ τοῦ μισθοῦ τῶν δύο ξυλίνων ὑμῶν ὀργάνων σίτου καλοῦ ἀρτάβας δεκατρεῖςδεκατρῖς σὺν τῇ συντάξει τοῦ τέκτονος μέτρῳ τοῦ ὄρους. παρέξω δὲ ὑμῖν κατʼκαθʼ ἔτος ὑπὲρ δαπάνης τοῦ φόρου οἴνου ἀγγεῖαἀγγῖα δύο καὶ κρέως λίτρας δώδεκα καὶ λαμψάνηςλεμψάνης κολοβὰ τέσσαρατεσσαρας καὶ τυροὺς ξηροὺς καλοὺς γεουχικοὺς ἑκατόν . καὶ τὴν μεταφορὰν ποιήσω τοῦ τε φόρου καὶ τοῦ ἡμίσους μέρους ὑμῶν τῆς πλαστῆς γῆς καὶ τοῦ βουνοῦ γενήματος τε καὶ ἀχύρου εἰς τὸ ὄρος ἀναμφιλόγως. ἡ μίσθωσις κυρία ἔστωἐσται καὶ βεβαία καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰακὸβ Δαυεὶδ ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Διόσκορος Ἰωσηφίου πρεσβύτερος ἀξιωθεὶςἀξιωθὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματαγράματα μὴ εἰδότοςεἰτότοςιτοτης Ψᾶϊς Ἀπολλῶτος πρεσβύτερος μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θε μεο. διʼ ἐμοῦ Ἑρμαυῶτος νομικοῦ ἐγράφη. .

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.