Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.hamb.3.217
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
δ ωνν ὁμολογεῖ Ἀκάμας ἱππεὺς ἄλης Αὐγούστης τύρμης Φρόντωνος Γαίωι Σολπικίωι Νίγρωι ἱππεῖ τῆς αὐτῆς ἄλης τύρμης Σέξτου Πακληίου ἐν ἀγυιᾶι πεπρακέναι τῶι Γαίωι τὰ ὑπάρχοντα αὐτῶι ἔγγαια καὶ τὰ ἐνῳκοδομημένα πάντα καὶ εἰσόδους καὶ ἐξόδους καὶ τὰ συγκύροντα καὶ ἀνήκοντα πάντα σὺν τῶι ἁπάντων ἐδαφ χεεπόννιος τοῦ ωνος καὶ Ἁκάριος τοῦ Πατμούιος καὶ Δικράνου τοῦ Ἀτειλίου, νότου Λεωνίδου τοῦ καὶ Παν Πάσωνος καὶ Φανούφιος καὶ ἑτέρου Πάσωνος τῶν τριῶν Πάσωνος, λιβὸς Ἀκάμαντος καὶ ἑτέρου Ἀκάμαντος καὶ ἀπεσχηκέναι τὸν Ἀκάμαντα παρὰ τοῦ Γαίου διὰ χειρὸς ἐξ οἴκου ἅμα τῆι ὁμολογίαι ταύτηι ἀναφερομένηι τὴν συγκεχωρημέ νην τιμὴν ἐκ πλήρους, καὶ εἶναι περὶ τὸν Γάιον καὶ τοὺς παρʼ αὐτοῦ τὴν τῶν σημαινομένων ἐγγαίων κράτησιν καὶ κυριείαν εἰς τὸν αἰεὶ χρόνον, οἷς καὶ ἐξέσται χρᾶσθαι καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα καὶ περιεσόμενα πάντα εἰς τὸ ἴδιον, μηδʼ Ἀκάμαντι μηδʼ ἄλλωι ὑπὲρ αὐτοῦ μηδεμίαν καταλείπεσθαι ἔφοδον ἐπὶ τὸν Γάιον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτοῦ ἀλλὰ παρέξεσθαι τὸν Ἀκάμαντα τῶι Γαίωι καὶ τοῖς παρʼ αὐτοῦ τὰ πεπραγμένα πάντα διὰ παντὸς μὲν βέβαια ἀπὸ πάντων, καθαρὰ δὲ καὶ ἀπὸ δημοσίων καὶ πάντων τῶν ἄλλων τελεσμάτων ἐὰν δέ τι τῶν προγεγραμμένων Ἀκάμας παρασυγγράψηι, ἄκυρον ἔστω, καὶ προσαποτεισάτω τῶι Γαίωι ἢ τοῖς παρʼ αὐτοῦ τό τε βλά βος καὶ ἐπίτιμον εκαιαι κυρία ἡ συγγραφήραφή διὰ καὶ τῶν σὺν ωι καὶ Νεχθενίβει τῶν ἀπὸ Ἐπεὶφ συνκεχρηματικότων Ἀπερῶτι ἀγορανόμων κεχρημάτισται. αγωνης διὰ καὶ τῶν σὺν νι καὶ Νεχθενίβει τῶν ἀπὸ Ἐπεὶφ συνκεχρηματικότων Ἀπερῶτι ἀγορανόμων κεχρημάτισται. οπροσω τη διὰ καὶ τῶν σὺν καὶ είδηι τῶν ἀπὸ Ἐπεὶφ συνκεχρηματικότων Ἀπερῶτι ἀγορανόμων κεχρημάτισται. ηπροσω τιλλαε ἐντυγχάνει Παῦνι κθ. διὰ καὶ τῶν σὺν η καὶ Νεχθενίβι ἀγορανόμων κεχρημάτισται.Cross-references (3)
- TM-Text 24908 primary
- DDbDP-Text p.hamb;3;217 tier-1
- HGV-Text 24908 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.