Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hamb.4.239

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι vestiges Φίλιππον ἐπὶ σκηνὴν τοῖς ἰδίοις ἀνηλώμασι. ἀρούρας δέκα Φιλίππωι ἐκ τούτου τοῦ ας ὅθεν ἂν Φίλιππος βούληται τούτου γεωργουμένας ἕκαστον ἔ τος ἀρούρας δήσας καθʼ ὥραν ἀποφερέτω πρὸς Φίλιππον ἐπὶ σκηνὴν τοῖς ἰδίοις ἀνηλώμασι. διδότω δὲ Δημοσθένης Φιλίππωι καθʼ ἕκαστον ἔτος καὶ ἀχύρων μυς τε ιδιας vestiges στησάτω πρὸς Φίλιππον ἐπὶ σκηνὴν τοῖς ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ μὴ ἀπὸ δίδωι τὰ ἐκφόριαἐχφόρια καὶ τὸν χόρτον καὶ τὰ ἄχυρα ἢ μὴ ποιῇ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Δημοσθένης Φιλίππωι τιμὴν τοῦ σίτου τῆς ἀρτά βης ἑκάστης δραχμὰς δέκα , τοῦ δὲ χόρτου τῆς ἀρούρης ἑκάστης δραχμὰς. τῶν δὲ ἀχύρων τιμὴν δραχμὰς δέκα , καὶ ἡ πρᾶξις ἔστω Φιλίππωι παρὰ Δημοσθέ νου πράσσοντι κατὰ τὸ διάγραμμα. ὁμολογεῖ δὲ Φίλιππος ἔχειν παρὰ Δημοσθέ νου πρόδομα ἀργυρίου ὀφθαλμοφανοῦς δραχμὰς πεντήκοντα δύο . ταύτας ἀποδότω Φίλιππος Δημοσ θένει τῶι πρώτωι ἔτει τῆς μισθώσεως ἐμ μηνὶ Δαισίωι πρὸ τοῦ τὸ ἐκφόριον κομίζε σθαι. ἐὰν δὲ μὴ ἀποδῶι ὑπολογείτω Δημοσθένης Φιλίππωι σῖτον τοῦ προδόματος τῶν πεν τήκοντα καὶ δύο δραχμῶν ὡς ἂν πωλῆται ὁ σῖτος ἐπὶ τῆς ἅλω, καὶ προσδεχέσθω Φίλιπ πος εἰς τὰ ἐκφόρια τὸν ὑπολογούμενον σῖτον τῶν πεντήκοντα δραχμῶν καὶ δύο . ἀνα σκαπτέτω δὲ Δημοσθένης ἑκάστωι ἔτει τῆς μισθώσεως τὴν γῆν ἣν ἂν παραλάβῃ υση ἀποτεισάτω Δημοσθένης Φιλίππωι ἐπίτιμον ρίου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.