no image
DDbDP-text
[… ? lines lost …]
[… 1 line lost …]
[…]… μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι …
Φίλιππον ἐπὶ σκηνὴν τοῖς ἰδίοις ἀνηλώμασι. … ἀρούρας δέκα
[…]… Φιλίππωι ἐκ τούτου τοῦ …
…ας ὅθεν ἂν Φίλιππος βούληται τούτου … γεωργουμένας ἕκαστον ἔτος ἀρούρας … δήσας καθʼ ὥραν ἀποφερέτω πρὸς Φίλιππον ἐπὶ σκηνὴν
τοῖς ἰδίοις ἀνηλώμασι. διδότω δὲ Δημοσθένης Φιλίππωι καθʼ ἕκαστον ἔτος …
καὶ ἀχύρων μυς τε ιδιας … στησάτω πρὸς Φίλιππον ἐπὶ σκηνὴν τοῖς
ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ μὴ ἀπὸ δίδωι τὰ ἐκφόρια καὶ τὸν χόρτον καὶ τὰ ἄχυρα ἢ μὴ ποιῇ κατὰ
τὰ γεγραμμένα, ἀποτεισάτω Δημοσθένης Φιλίππωι τιμὴν τοῦ σίτου τῆς ἀρτάβης ἑκάστης δραχμὰς δέκα, τοῦ δὲ χόρτου τῆς ἀρούρης ἑκάστης δραχμὰς.
τῶν δὲ ἀχύρων τιμὴν δραχμὰς δέκα , καὶ ἡ πρᾶξις ἔστω Φιλίππωι παρὰ Δημοσθένου πράσσοντι κατὰ τὸ διάγραμμα. ὁμολογεῖ δὲ Φίλιππος ἔχειν παρὰ Δημοσθένου πρόδομα ἀργυρίου ὀφθαλμοφανοῦς δραχμὰς πεντήκοντα δύο . ταύτας ἀποδότω Φίλιππος Δημοσθένει τῶι πρώτωι ἔτει τῆς μισθώσεως ἐμ μηνὶ Δαισίωι πρὸ τοῦ τὸ ἐκφόριον κομίζεσθαι. ἐὰν δὲ μὴ ἀποδῶι ὑπολογείτω Δημοσθένης Φιλίππωι σῖτον τοῦ προδόματος τῶν πεντήκοντα καὶ δύο δραχμῶν ὡς ἂν πωλῆται ὁ σῖτος ἐπὶ τῆς ἅλω, καὶ προσδεχέσθω Φίλιππος εἰς τὰ ἐκφόρια τὸν ὑπολογούμενον σῖτον τῶν πεντήκοντα δραχμῶν καὶ δύο . ἀνασκαπτέτω δὲ Δημοσθένης ἑκάστωι ἔτει τῆς μισθώσεως τὴν γῆν ἣν ἂν παραλάβῃ …[…]
[…]…[…]…υση ἀποτεισάτω Δημοσθένης Φιλίππωι ἐπίτιμον[…]
[…]…[…]…ρίου …[…]
[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.