no image
DDbDP-text
Αὐρηλίῳ τῷ δεῖνι τῷ καὶ[…]ωνι ἐξηγητεύσαντι βουλευτῇ τῆς Ἀρσινοιτῶν πόλεως
παρὰ Αὐρηλίου τοῦ δεῖνος γυμνασιαρχήσαντος τῆς Ἀρσινοιτῶν πόλεως.
βούλομαι μισθώσασθαι τὰς ὑπαρχούσας σοι περὶ κώμην Πυρρίαν τῆς
Θεμίστου μερίδος φοινικῶνος ἀρούρας ἑπτὰ ἢ ὅσας ἐὰν ὦσι ἐν ἑνὶ τόπῳ
ἐν ᾧ[…]καὶ αὐλὴ εἰς ἔτη δύο , τοὺς μὲν φοίνικας ἀπὸ τῶν ἐπικειμένων τοῦ ἐνεστῶτος γ ἔτους ἐκπιπτόντων εἰς τὸ ἑξῆς δ ἔτος
καρπῶν, τὸ δὲ ἔδαφος ἀπὸ τοῦ αὐτοῦ δ ἔτους, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος
ἕκαστον πυροῦ ἀρταβῶν τριάκοντα πέντε ἀνυπολόγων καὶ ἀκινδύνων, ἐπιτελέσω δὲ τὰ ἔργα πάντα ἐδαφικά τε καὶ δενδρικὰ ὅσα
καθήκει βλάβος μηδὲ ἓν ποιῶν, τὸ δὲ κατʼ ἔτος ἐκφόριον ἀποδώσω
μηνὶ Παῦνι ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ, τῶν δημοσίων […]
[…]ων μόνων τῶν ὑπὲρ …[…]
[…]…τονα[…]ουμ…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.