no image
DDbDP-text
Ein ptolemäisches Gesetz zum Handel mit importiertem Wein via HGV-meta
Linked by Trismegistos ID
TM 172216.
Each record below describes this same artifact or text from a different angle.
[column I]
ἔξω ἱεροῦ πάσης σκέπης· ἐὰν δὲ μή,
ἀποτεισάτω τὸ βλάβος. ἀπογραφέσθωσαν δὲ πᾶν
φορτίον τῶν εἰς τὴν ὠνὴν συγκυρόντων
…ητοι……τα ἐν ἡμέραις ϛ καὶ χειρογραφησάτωσαν τὸν ὅρκον μὴ ἐψεῦσθαι […]
[…] ἐὰν δὲ μὴ ἀπογράψωνται, ἀποτεισάτωσαν
ἐπίτιμον δραχμὰς φ.
[…] εἰς τὰς μητροπόλεις ἢ εἰς τὰς κώμας […]
[…] στερέσθωσαν, πρός τε τὰ πρ[…]
[…] τοῦ ναυκλήρου καὶ τ[…]
[…] τα κεράμια ἄγουσιν […] κατε ο[…]
οἱ δὲ ἔμποροι καὶ οἱ κάπηλοι ἐὰν ἀγοράζωσιν οἶνον παρὰ
τῶν εἰσαγειοχότων ἐπισκοπείτωσαν, εἰ τὰ γενήματα ἀπογέγραπται· ἐὰν δέ τινες ἐπιδειχθῶσιν […]α ἠγορακότες παρὰ τούτων
[…] εἰσαγειοχότες καὶ μὴ ἀπογεγραμμένοι, τοῦ τε οἴνου στερέσθωσαν καὶ προσαποτεισάτωσαν ἑκάστου κεραμίου δραχμὰς … · οἱ δ’
ἀπογραψάμενοι τὸν οἶνον ἐπιδεχέσθωσαν παρὰ τῶν πραγματευομένων χαρακτῆρα ἐπὶ τὰ κεράμια· ὅστις δ’ ἂν μὴ
χαράξας πωλῆι, τοῦ τε οἴνου στερέσθωσαν καὶ προσαποτινέτωσαν ἑκάστου κεραμίου δραχμὰς ι. ἐὰν δέ τινες
[…]ψωνται μὴ ἀπογραψάμενοι τὰ τέλη μηδὲ χαράξαντες
τὰ κεράμια στερέσθωσαν τῶν φορτίων, ἐὰν δὲ κατὰ ποταμὸν ἄγωσιν, καὶ τοῦ πλοίου, ἐὰν δὲ πεζῆι, καὶ τῶν πορειῶν τῶν νωτοφόρων, πραχθήσεται ἐπίτιμον ἑκάστου κεραμίου δραχμὰς ν.
ὁμοίως δὲ καὶ οἱ παρὰ τούτων ἀγοράσαντες τοῖς αὐτοῖς
ἐπιτίμοις ἔνοχοι ἔστωσαν, μηνύειν δὲ τὸν βουλόμενον τῶι τρίτωι μέρει.
ὁμοίως μὴ ἐξέστω δέ τoῖς τὸν ἀτελῆ οἶνον εἰσηγμένοις πωλεῖν μηδὲ παρὰ τούτων μηθένα ἀγοράζοντα […]νομ[…]ποδόμενο…, ἤ στερήσεται τοῦ τε οἴνου,
πρός θ’ οἱ τούτων αἰτιαθέντες προσαποτεισάτωσαν ἑκάστου κεραμίου δραχμάς […]σεται…[…]πωλεῖν ἀπογρα[…]…ε…[…] ἢ ἔνοχοι
τοῖς αὐτοῖς ἐπιτίμοις ἔστωσαν.
1lin
[column II]
[… ? lines lost …]
κα[…]
βασ…
εν[…]
φω[…]
…ο[…]
ε…[…]
π[…]
δια[…]
με[…]
χ…[…]
χει[…]
…[…]
…ειδ[…]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.