no image
DDbDP-text
[r]
… Ποσειδωνίωι χαίρειν. ἐνέτυχεν ἡμῖν Σ[…]
Παώπιος εἷς τῶν ἐγλαβόντων τὴν περὶ Τεβτῦνιν βασιλικὴν γῆν,
διότι ἀγηοχότος αὐτοῦ τὰ πρὸς τὴν βροχὴν ἔργα καὶ ποτίζοντος
ἐπελθόντα Διόγνητον ἑκατοντάρουρον τῶν ἐκ Κερκεσούχων ἐγβαλεῖν τοὺς
παρʼ αὐτοῦ γεωργοὺς καὶ ἀφελέσθαι ἃ εἶχον σκαφεῖα β, διὰ τὸ αὐτὸν
μηκέτι ὑπομένειν τοὺς ἀνθρώπους προσπορεύεσθαι τῶν αὐτοῦ.
ἐὰν οὖν σοι φαίνηται, καλῶς ποιήσεις φροντίσας διου…ερ ὅπως
μὴ ἀδικηθήσονται οἱ γεωργοί, ἀλλὰ ἀπελθόντες ἔσονται πρὸς τῆι γῆι.
εἰ δὲ μή, συμβήσεται[…] διαλύεσθαι ἐφʼ ὧι
ἐξειληφότας καὶ μ[…]οὐ γὰρ ἀγνοεῖς τὸ ἐν τῶι
Διογνήτωι ὀφείλημα[…]
ἔρρωσο. ἔτους ζ. Μεσορὴ κϛ.
[v]
Ποσειδωνίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.