no image
DDbDP-text
Administrative Letter via HGV-meta
Linked by Trismegistos ID
TM 35833.
Each record below describes this same artifact or text from a different angle.
[r]
† τριακόσια ὀγδοήκοντα τέσσερα σῦκα καταγγίσας καὶ νῦν εἰς χλουβοὺς
ἓξ ἔπεμψα τῷ ἐμῷ θεοφυλάκτῳ δεσπότῃ διὰ τῶν παρόντων ἀνδρῶν. ὁ
γραμματηφόρος δὲ ἐπέφθασεν […]λε… πεμφθεὶς παρὰ τῶν συνδούλων μου
Καλοῦ καὶ Γεωργίου τῶν περιβλέπτων μετὰ γραμμάτων γεναμένων
πρὸς μέ, οἷα τῶν κληρονόμων τοῦ ἐν ἁγίοις Ἰσαπόλλωνος κινήσαντος
πρὸς αὐτοὺς περὶ δημοσίων χει……… Κολλουθίου
καὶ ὅτι λοιπαδάριν ἐπιδέδωκαν αὐτοῖς περὶ Βχκγ νομισμάτων ιδ δ ἐποφειλομένων
αὐτοῖς ἕως τετάρτης ἰνδικτίωνος καὶ ἵνα δῆθεν παραγένωμαι ἐν Ἀθρίβιδι καὶ
στοιχήσω πρὸς Ζαχαρίαν τὸν ἔνδοξον ἰλλούστριον καὶ οὐ παραιτοῦμαι μὲν απε…[…]
εἰ καὶ θανατικὸν ἐπέσκηψεν νῦν εσ[…]……ηθος ὁ δεσπότης ἀποθνησκ[…]
πλὴν δὲ ὅμως ὅτι διαφόρως γέγενα πρὸς αὐτὸν καὶ οὐ προσέσχεν τοῖς παρʼ ἐμοῦ
λεγομένοις ἕως πέρυσι καὶ τοῦτο οὐκ ἀγνοεῖ, ὡς οἶμαι, ὁ δεσπότης μου.
ἐγὼ γὰρ καὶ ὁ σύνδουλός μου Θεόδωρος παρεγενόμην ὁμόσε πέρυσι καί,
ὡς εἶπον, οὐ προσέσχεν τοῖς παρʼ ἡμῶν ε…[…]συνακουσας οπασαν τὸ θανατικὸν
ἀπέρχομαι. καὶ ἀρτίως εἴ τι ὁ σωτὴρ ἡμῶν Θεὸς αὐτὸς δώσει, γίνεται.
γεγράφηκεν δὲ ὁ δεσπότης μου μίαν λίτραν χρυσίου στεῖλαι ἀπὸ τιμῆς
οἴνου καὶ ο…[…]…[…]…ει…τουκεντ …
ἀπὸ καρπῶν πέμπτης γενήματος. ἀλλʼ ἡνίκα ἔγραψα ὑμῖν διαλέγεσθαι
πραγματευταῖς νομίσας ὑμᾶς ἀπὸ νέων γενημάτων ἐθέλειν ……
γέγραφα ὡσεὶ ἐλθὼν ει…[…]κναυτο[…]…διαλεγομ[…] αὐτοῖς οἵτινες
οὔτε ἦλθον μέχρι νῦν. γεγράφηκεν δὲ ὁ εἰρημένος σύνδουλός μου Θεόδωρος
καὶ πρὸς μὲ καὶ πρὸς τὸν χρυσώνην μὴ δαπανῆσαί τι …… ἀποκειμένου
χρυσίου …
καὶ συνεῖδον Ἰωαννάκιον τὸν καθοσιωμένον κρατῆσαι ἐνταῦθα χρυσοῦ.
τὰ περὶ τούτου αὐτοῦ ἀναγάγω ὑμῖν καὶ εἰ μὲν κερ…ι[…]υτου τοῦ ἀποκειμένου
χρυσίου πεμφθῆναι ὑμῖν, γράψατέ μοι τὸ πόσα……[…]ε πεμφθῆναι
καὶ παρευθὺ ταῦτα ἀποστελῶ. ἐὰν γὰρ ἀπέρχομαι ἐν Ἀθρίβιδι χωρὶς
χρυσίου οὐ δύναμαι[…]
ἔγραψ[…]…[…]
[…]
[…]…[…]…[…]θ[…]… ἐρχόμενον […]…[…]
καὶ ζητοῦντα […]ὑπὲρ αὐτῆς τῆς πέμπτης χρυσικὰ καὶ τὴν συν… …
τῆς ἐμβολῆς εκυριε καὶ […]…[…]εὑρέθη φίλος τοῦ συνδούλου μου τοῦ θείου μου.
αἰδέσθη δὲ ὡς ὤμοσέν μοι καὶ τὸ σχῆμά μου ἡνίκα ἤμην ἐν Βαβυλῶνι διὰ τὸν δι[…]…ον
τοῦ θείου ὀρναμέντου ἐζήτησεν ὑπο……ω[…]υνδ[…]…[…]Βαβυλων
προσθεὶς ὅτι εν[…]
εἰς τὰ σίγνα χάριν τῶν αὐτῶν δημοσίων καὶ ὑποσχέσεις ελα…[…]
τωκερες καὶ ἐκεῖνος καὶ μὴ βουλόμενος ὑμᾶς εἰσπράττειν
ὡς ἐρχομένου αὐτοῦ ἐν Μέμφιδι καὶ ἐνεγκόντος μοι γράμματα […]
τοῦ κυρίου Ζαχαρίου δηλοῦντος ἐπʼ αὐτὸν καταβάλαι και…[…]
ἀποδείξεις ποιῶ αὐτῷ αυτ…[…]
[…]…[…]
[… ? lines lost …]
[v]
οἰκείῳ μου ἀγαθῷ θεοφυλάκτῳ δεσπότῃ † Φοιβάμμων ἐλεεινὸς † πρεσβύτεροςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.