no image
DDbDP-text
Rückgabe eines Öldarlehens via HGV-meta
Linked by Trismegistos ID
TM 11480.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ξανδικοῦ Μεχεὶρ θ ἐν Καρα νίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Μᾶρκος Σεμπρώνιος Γέμελλος ἀποδεδειγμένοςἀποδεδιγμένος γυμνασίαρχος ὡς ἐτῶν μζ οὐλὴ ὀφρύι ἀριστερᾷ Ἑριεῦτι τοῦ Ἑριεῦτος μητρὸς Τανομγέως Κητ ἀπὸ κώμης Σοκνοπαίου Νή σου τοῦ Ἀρσινοίτου νομοῦ διʼ Ἁρμάχιος ωδι ὡς ἐτῶν μγ ε οὐλὴ ὑπὸ γαστροκνημίαν ἀριστερὰν ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα ἐλαίου ἐλαίνουἐλαινα, νέου, καθαροῦκαθαρα μετρητὰς δεκαεννέα καὶ χοεῖς ἐννέα μέτρῳ τοῦ αὐτοῦ Σεμπρωνίου, οὓς ὤφειλεν αὐτῷ καθʼ ὁμολογίαν χρήσεως τετελειωμέ νην τῷ διεληλυθότι ἑνδεκάτῳ ἔτειἔτι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Γορπιαίου Ἐπεὶφ διὰ γρα φείου Ἱερᾶς Νήσου, ἣν καὶ ἀναδέδωκεν αὐτῷ εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μὴ ἐπελεύσασθαι Σεμπρώνιον ἐπὶ τὸν Ἁρμαχέα μήτε ἐπὶ τοὺς παρ αὐτοῦ περὶ τούτων τρόπῳ μηδενί. ὑπογραφή· Σεμπρώνιος Γέμελλος ἔλαβα τοὺςτας ὀφειλο μένουςὀφελαμένους μοι ἐλαίου μετρητὰς δεκαεννέα καὶ χοεῖς ἐννέα .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.