Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.heid.8.414
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ὡς ἐτῶν ς, ἀναφάλανθος, ὑποχάροπος, Κρατεύας Μακεδὼν τῶν Αὐτομέδοντος ἰδιώτης. μαρτυρεῖ Πτολεμαίωι, πρὸς ὃν καθίσταται Νικάδας. τοῦ κα ἔτους, μηνὸς Περιτίου τριακάδι, παρὼν ἐν κώμηι Νε- τοῦ Ἡρακλεοπολίτου νομοῦ ἐπεγράφην μάρτυς μετʼ ἄλλων ἐπὶ συγγραφῆς ὁμολογίας ἣν συνεγράψατο Νικάδας κα θʼ οὗ μαρτυρῶ Πτολεμαίωι ὧι μαρτυρῶ, διʼ ἧς ὡμολόγει προέχειν πυρῶν ἀρτάβας ἑκατὸν πεντήκοντα , τὴν γινομένην αὐτῶι ἔκθετον πᾶσαν τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους. σφραγισθείσης δὲ τῆς προειρημέ νης συγγραφῆς ὑπό τε Νικάδου καὶ Πτολεμαίου κἀμοῦ καὶ τῶν ἄλλων μαρτύρων ἔλαβον ἐγὼ τὴν συγγραφὴν τῆς ὁμολογίας κυρίαν φυλάσσειν, ἣν ἔτι καὶ νῦν ἔχω κυρίαν. ἔστιν δὲ τῆς συγγραφῆς ἀντίγραφον τόδε· βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους ἑνὸς καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Χρυσέρμου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλο πατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐερ γέτιδος Τρυφαίνης τῆς Νυμφίωνος, κανηφόρου Ἀρ σινόης Φιλαδέλφου Δημητρίας τῆς Φιλίνου, ἱερείας Ἀρσι νόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Περιτίου τριακάδι, ἐν κώμηι Νε τοῦ Ἡρακλεοπολίτου νομοῦ. ὁμολογεῖ Νικάδας Μακεδὼν τῶν Αὐτομέ δοντος προέχειν παρὰ Πτολεμαίου Μακεδόνος τῶν Αὐτομέδοντος ἰδιώτου πυρῶν ἀρτάβας ἑκατὸν πεντήκοντα τὴν γινομένην αὐτῶι ἔκθετον τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους σας αὐτ μίσθωσιν πυρ vestiges ενην τι vestiges χωι ς vestiges Πτολεμαίωι vestiges υτου Πτολεμαίου. ἐὰν δʼ ἐπέλθηι Νικάδας ἢ ἄλλος ὑ πὲρ Νικάδου ἐπὶ Πτολεμαῖον ἢ τοὺς παρὰ Πτολεμαίου ἐνκαλῶν ἢ ἐνεχυράζων υς τῶν πυ ρῶν τὰς ἑκατὸν πεντήκοντα ἀρτάβας, περὶ ὧν γέγραπται, τῆς ἐκθέτου ἧς ἀπέχει παρὰ Πτολεμαίου, ἥ τε ἔφο δος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισά τω Νικάδας Πτολεμαίωι ἐπίτιμον χαλκοῦ τάλαντα δέ κα καὶ τὸ βλάβος καὶ ἡ πρᾶξις ἔστω Πτολεμαίωι κατὰ τὸ διάγραμμα, κύριος δʼ ἔστω καὶ ἄλλος ὑπὲρ Πτολεμαίου πράσσων κατὰ ταὐτὰ καὶ μηθὲν ἧσσον ἡ συγγραφὴ τῆς ἐκ θέτου ταύτης ἥδε κυρία ἔστω. μάρτυρες· Κρατεύας , Κάσσανδρος, Ἀσκληπιάδης, οἱ τέσσαρες ἰδιῶται, Κάσσανδρος ἰλάρχης, οἱ ἓξ Μακεδόνες τῶν Αὐτομέδοντος. Νικάδας προέχω τὴν γινομένην μοι ἔκθετον καθότι προγέ γραπται καὶ δέδωκα κυρίαν Κρατεύαι.Cross-references (3)
- TM-Text 47292 primary
- DDbDP-Text p.heid;8;414 tier-1
- HGV-Text 47292 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.