no image
DDbDP-text
[r]
Στοτοῆτις κωμογραμματεὺς Τεβέτνου Διονυσίωι χαίρειν· τῆς δοθείσης μοι
προσαγγελίας παρὰ Θεοφίλου Θρᾳκὸς τῶν Φιλώτου ὑπόκειταί σοι τὸ ἀντίγραφον
ὅπως εἰδῆις. ἔρρωσο. ἔτους κγ Παχὼν θ.
γράψον οἷς καθήκει καὶ τῶι βασιλεῖ
Στοτοήτει κωμογραμματεῖ Τεβέτνου παρὰ Θεοφίλου Θρᾳκὸς τῶν Φιλώτου τοῦ Πέραν
ἰδιώτου. τῆι γ τοῦ Παχὼν τοῦ κγ ἔτους ἐπελθόντες τινὲς ἐπὶ τὸν ὑπάρχοντά μοι
σταθμὸν ὄντα ἐν Τεβέτνου ἐπιγνόντες τῶι εἶναί με ἐν τῶι Διὸς ἱερῶι σὺν τῆι γυναικὶ
καὶ τῆι βασιλίσσηι ἔτους. κγ Παχὼν θ.
καὶ τῆι παιδίσκηι καὶ ἐκεστρέψαντες τὸ κλεῖθρον τῆς κάτω θύρας τῆς κλίμακος
τοῦ πύργου περὶ ὥραν ὀγδόην ὤιχοντο ἔχοντες τῶν ἐμῶν τὰ ὑπογεγραμμένα. διὸ ἀξιῶ
διασαφῆσαι περὶ τούτων οἷς καθήκει.
ἔτους κγ Παχὼν ε.
ἱμάτιον καινὸν ἀνδρεῖον ἄξιον Α χιτῶνα ἡμιτριβῆ ἄξιον Α χλαμύδα ἡμιτριβῆ ἄξιαν Α
ἱμάτιον γυναικεῖον κροσσωτὸν ἄξιον Γ ἐνώτιον τεταρτῶν γ ταλάντου αχ ὁρμίσκον ἀξίον Α
ἐπικεφάλαιον ἱμάτιον Δ θύλακας δύο μεστοὺς ἐρίου ταλάντου α στήμονας χρυσοῦς δ Α
σκάφιον Β κώθωνα Β ποτήριον σφαιρίον Α […]…σεωτος γραφέως ἱμάτιον
ἐκδόσιμον οἱ κύριοι τιμήσονται καὶ βασιλικὸν γίνονται τάλαντα δ Εχ
[v]
Συμμάχωι Στοτοήτης κωμογραμματεὺς Τεβέτνοι ὑποτέταχεν ἡμῖν ἀντίγραφον ἧς εἴληφε προσαγγελίας παρὰ Θεοφίλου Θραικὸς τῶν Φιλώτου ἰδιώτου δι’ ἧς προεφέρετο ἐπελθόντας
τινὰς τῆι γ τοῦ Παχὼν ἐπὶ τὸν ὑπάρχοντα αὐτῶι σταθμὸν ἐν τῆι κώμηι ὠιχῆσθαι ἔχοντας
τὰ ὑπογεγραμμένα εἰς χαλκοῦ τάλαντα δ Εχ. καλῶς ποιήσεις συντάξας προνοηθῆναι …[…]… ἐκ παντὸς τρόπου
ἀναζητηθέντες τεύξονται ὧν προσήκει …[…]…
Κυδίαι στρατηγῶι …
Βασιλεῦσι
…
ἔτους κγ Παχὼν θ. Στοτοῆτις ὁ Τεβέτνοι
κωμογραμματεὺς περὶ λείας ἐν τοῖς Θεοφίλου
εἰς χαλκοῦ τάλαντα δ Εχ.
ΔιονυσίωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.