no image
DDbDP-text
Διονυσίωι οἰκονόμωι
παρὰ Διονυσοδώρου τοῦ
Διονυσοδώρου τῶν ἐξ Ἡρακλέους πόλεως.
συντιμῶμαί σοι ἃς πεφύτευμαι
κατὰ τὸν ἐκτεθέντα καιρὸν
εἰς τὸ ιθ ἔτος ἐν τῶι ὑπάρχοντί μοι
ἀμπελῶνι περὶ κώμην Θμοιναυσῖριν τοῦ Πέραν ἐν τῶι Σωστράτου
κλήρωι ἱππικῶι α… δραχμῶν ἑκατὸν πεντήκοντα γίνονται ρν, ὧν τὴν ἕκτην
τάξομαι ἐν τῶι καθήκοντι
καιρῶι ἀνθυφαιρουμένων μοι τῶν
πεφιλανθρωπημένων ὑπὸ τοῦ
βασιλέως ἐπιπέμπτων δραχμῶν τριάκοντα .
ἀξιῶ οὖν κατατάξαι τῆς ἀπογραφῆς ἀντίγραφον παρὰ σοὶ
ἐν χρηματισμῶι[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.