Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.herm.18

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

τοῖς τρίτον ἐσομένοις ὑπάτοις πρὸ η εἰδῶν Δεκεμβρίων, Χοιὰκ θ. παρελθόντος Φίρμου καὶ προσενεγκόντος Πατρίκιον, Κλημάτιος ῥήτωρ εἶπεν· Φίρμῳ τῷ παρελθόντι οἰκέτης ἐστὶν Πατρίκιος· τοῦτον προσάγων δεῖταιδῖται περὶ τῆς τύχης ἐρωτᾶσθαι. ὑπομνηματογράφοι Πατρικίῳ εἶπον· δοῦλος εἶ ἢ ἐλεύθερος; ἀπεκρίνατο· δοῦλος. ὑπομνηματογράφοι αὐτῷ εἶπον· τίνος; ἀπεκρίνατο· Φίρμου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· πόθεν σε ἐκτήσατο; ἀπεκρίνατο· ἀπὸ Ῥεσκούπου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· παρὰ τίνος; ἀπεκρίνατο· παρὰ Νεικοστράτου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· ἡ μήτηρ σου δούλη ἐστίν; ἀπεκρίνατο· ναί. ὑπομνηματογράφοι αὐτῷ εἶπον· τί καλεῖται; ἀπεκρίνατο· Ἡσύχιν. ὑπομνηματογράφοι αὐτῷ εἶπον· ἀδελφοὺς ἔχεις; ἀπεκρίνατο· ναί, ἕνα , Εὐτύχιον. ὑπομνηματογράφοι αὐτῷ εἶπον· δοῦλός ἐστιν καὶ αὐτός; ἀπεκρίνατο· ναί. Κλημάτιος ῥήτωρ εἶπεν· προδήλου γενομένης καλῆς αἱρέσεως τοῦ ἀνδραπόδου τὰ ἀρχεῖα συνχρηματίζειν προστάξατε. Ἐλπίδιος ἔναρχος ὑπομνηματογράφος καὶ Ἀνατόλιος ἀπὸ ὑπομνηματογράφων διαδεχόμενος τὴν ἀπου σίαν υ ἐνάρχου ὑπομνηματογράφου εἶπον· κινδύνῳ τοῦ προσκεκομικότος χωρὶς προκρίμα τος τῆς ἀληθείαςἀληθίας συνχρηματιεῖ τὰ ἀρχεῖα ἀκολούθως τοῖς ὠνητικοῖς γραμμα τείοις, προνοουμένου τοῦ ὠνουμένου τῆς ἑαυτοῦ ἀσφαλείαςἀσφαλίας.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.