no image
DDbDP-text
Letter from Anatolius to Sarapion via HGV-meta
Linked by Trismegistos ID
TM 21121.
Each record below describes this same artifact or text from a different angle.
τῶι δεσπότηι μου Σαραπίωνι Ἀνατόλιος χαίρειν. οἶσθα ὡς εὔχομαι, κύριέ μου, καὶ κατʼ ὄψιν σε θεά σασθαι καὶ προσειπεῖν, ἅτε προστάτην ὄντα ἐ μὸν καὶ προστατῶν τὸν ἀξιάγαστον· πολλά κις γοῦν προθυμούμενόν με καὶ ἐν ἔργωι, τῆς ὥς σε ἀφίξεωςἀφείξεως ἐπεῖχονἀπεῖχον προφάσεις ἀπα ραίτητοι, ἔνθεν μὲν τῶν θυγατέρων αἱ νόσοι· ταύτας γάρ μοι θεῶν τις παρέσχε κατʼ ἐπήρειαν, ἃς λύσειεν ὅμως· ἔνθεν δὲ τῆς θρησκείας τοῦ φυλάττοντος θεοῦ Ἑρμοῦ τὸ ἀπαραίτητον· ἐν ὁδῶιμοι ὕδωρ τοιγαροῦν ἤ μηνἦ μὴν καὶ νῦν καλὴν καὶ ἁρμόττουσαν τῷ σῶι ἀπαραιτήτωι ἤθει συνοδίανσύννοιαν ἔχων, ἀποδημεῖν μέλλοντος ἄνοδον ὥς με λαβόντος τοῦ κυρί ου μου ἀδελφοῦ Θεοφάνους τοῦ σοφοῦδεσπότου ὧι θαρρῶ πολωδ παν ταχοῦ δεσποτηποτηελρτι εως ασχε τῆς θρησκείας τῆς ἱε ρομηνίας τοῦ Φαρμοῦθι ἐνστάσης, ἐν ὧι πολλαὶ καὶ συνεχεῖς κατὰ λόγον κωμασίαι γίγνονται, αἷς παρεῖναι ἀναγκαῖον κατʼ ἀμ φότερα, κατά τε τὴν περὶ τὸ θεῖον θερα πείαν καὶ τὸ κατὰ καιρὸν ἔχειν τὸν ἄ ριστον τῶν εὐχῶν τῶν ὑπὲρ τῆς σῆς ὑγιείας τε καὶ δόξης. ἥξω δὲ θεῶν συνεργούντων καὶ τὸ δύνασθαι παρεχόντων μετὰ τὸν τῆς θρησκείας μηνὸς Φαρμοῦθι καιρόν. εὐδαι μονοίης διʼ ὅλου, κύριέ μου, καὶ θεοὶ δοῖεν ὅσαὅ τιπάρειεν σοι προσφιλῆπροσφιλέςπροσφιλεῖς. τῶι δεσπότηι Σαραπίωνι ἈνατόλιοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.