no image
DDbDP-text
[side Recto]
[fragment a]
ἐπὶ ὑπάτων Ποπλίου Ἰουουεντίου
Κέλσου τὸ β_ καὶ Λουκίου Νηρατίου
Μαρκέλλου τὸ β_ πρὸ πέντε
εἰδῶν Νοουεμβρίων κατὰ τὸν ἀριθμὸν τῆς νέας
ἐπαρχείας Ἀραβίας ἔτους
τετάρτου καὶ εἰκοστοῦ Δείου κ. ἐν Μαωζας τῆς περὶ Ζοαρων.
Σαλωμη ἡ καὶ Γροπτη Μαναημου
συνπαρόντος αὐτῆ ἐπιτρόπου τοῦδε τοῦ
πράγματος χάριν Ιωσηπου Σιμωνος
ἀνὴρ αὐτῆς Σαλωμῃ […] καὶ Κομαϊσῃ Ληουειου
θυγατρὸς αὐτῆς πάντες
οἰκοῦντες
ἐν Μαωζας χέρειν. ὁμολογῶ ἐνενοχέναι
σοι εἰς δόσιν ἀπὸ τῆς σήμερον
δόσιν αἰωνίου τὰ ὑπάρχοντά μοι ἐν Μαωζας ἃ εἴδη
ὑποτεταγμένα·
κῆπον φοινεικῶνος καλούμενον Γανναθ Ασαδαια σὺν
ὕδατος αὐτῆς ἐφ̓
ἡμερῶν ἑπτὰ εἰς ἑπτὰ ἡμέραν τετάρτῃ
ἡμιωρίαν μίαν· ἧς γείτωνες ἀνατολῶν κῆπον κυριακὸν καλούμενον Γανναθ Αββαιδαια
δυσμῶν κληρονόμοι Αρετας νότου ὁδὸς βορρᾶ κληρονόμοι Ιωσηπος
Βαβα σὺν εἰσόδοις καὶ
ἐξόδοις καὶ συγκυροῦσι παντοίοις ὥστε ἔχειν
τὴν προγεγραμμένην Σαλωμη
ἡ καὶ Κομαϊση. ὁμοίως καὶ ἥμισυ αὐλῆς
ἀνοιῳγμμένον εἰς νότον σὺν οἰκοίματα δύο
καὶ ὑπερῷν ἐνα…α[…]ἧς γείτωνες ἀνατολῶν
Σαμμωυος Σιμωνος δυσμῶν Μαναημος Ιωαννου νότου κληρονόμοι
Ιακωβου[…]…[…]δ…[…] βορρᾶ
Ιωσηπος
[…] … κυρίως καὶ βεβαίως[…]
[…]… διοικεῖν τρόπω ᾧ
ἂν αἱρῇ πάντα κύρια
[fragment b]
…
ἀνὴρ αὐτῆς Σαλωμῃ ἁ καὶ Κομαϊσῃ
Ληουειου θυγατρὸς αὐτῆς
πάντες οἰκοῦντες ἐν Μαωζας τὰ ὑπάρχοντα αὐτῆς ἃ
εἴδη ἐν
Μαωζας ὑποτεταγμένα· κῆπον
φοινεικώνων καλούμενον Γανναθ Ασαδαια σὺν ὕδατος τοῦ αὐτοῦ κήπου
ἐφ̓ ἡμερῶν
ἑπτὰ εἰς ἑπτὰ ἡμέραν τετάρτῃ
ἡμιωρίαν μίαν ἣ
τελέσει
καθ̓ ἔτος εἰς λόγον κυριακοῦ φίσκου
φοίνεικος πατητοῦ σάτα δέκα καὶ συροῦ καὶ νααρου σάτα ἕξ, ἧς
γείτωνες ἀνατολῶν κῆπον κυριακὸν καλούμενον Γανναθ Αββαιδαια δυσμῶν κληρονόμοι Αρετας νότου ὁδὸς βορρᾶ
κληρονόμοι Ιωσηπος Βαβα. ὁμοίως καὶ ἥμισυ αὐλῆς
ἀνοιῳγμμένον εἰς
νότον σὺν οἰκοίματα δύο καὶ ὑπερῷν
ἐνοῦσι ἧς γείτωνες ἀνατολῶν Σαμμουος Σιμωνος δυσμῶν Μαναημος
Ιωαννου νότου κληρονόμοι …αγειρος…
βορρᾶ Ιωσηπος
καὶ …
… οματα καὶ κατοχῆς
…
.αιο.[…] ἔχειν τὴν
προγεγραμμένην Κομαϊσην τὴν
προγεγραμμένην δόσιν κυρίως καὶ βεβαίως εἰς
τὸν ἅππαν
τα χρόνον
[side Verso]
[fragment a33]
[… 8 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.