no image
DDbDP-text
[r]
Δημοφῶν Πτολεμαίωι χαίρειν. ὑπογέγραπται τῆς παρʼ Ἀπολλοδότου ἐλθούσης μοι ἐπιστολῆς
περὶ τῆς λογείας τῶν χλωρῶν τὸ ἀντίγραφον. πράττε οὖν τοὺς πρὸς ἀργύριον ἠγορακότας
ἤδη καθάπερ γέγραπται, τὰς δὲ συρίας ἃς ἐάν σοι παραθῶνται πριάμενος λάμβανε ἀρεστὰς
τιμῶν τῶν ὑπογεγραμμένων. ἔρρωσο. ἔτους β Μεχὶρ ιβ.
Ἀπολλόδοτος Δημοφῶντι χαίρειν. πρὸς τῆι τῶν χλωρῶν λογείαι γίνου ἤδη καὶ συρίας λάμβανε
ἑξαδράχμους καὶ ἐπαλλαγῆς τοῦ ἡμίσους τῶν δ δραχμῶν ὀβολὸν α 𐅵, τοσοῦτο γὰρ ἔκκειται ἐκ βασιλικοῦ. ἔρρωσο. ἔτους β Μεχὶρ ιβ.
[v]
Πτολεμαίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.