Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hib.1.72

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Δωρίων Ἀντιόχωι χαίρειν. τοῦ πρὸς μὲ ὑπομνήματος παρὰ Πετοσίριος τοῦ ἀρχιερέως τοῦ ἐνἐμ Φεβίχει Ἡρακλέους Εὐθε ἱεροῦ, καὶ τῶν ἐπιδοθέντων παρὰ τῶν ἱερέων ὑπογέγραφά σοι τὰ ἀντίγραφα· ἀξιῶ σε εν ἔρρωσο. ἔτους ϛ Φαμενὼθ ζ. ὑπόμνημα. Δωρίωνι ἐπιστάτηι παρὰ Πετοσίριος ἀρχιερέως. πρότερόν σοι ἐνεφάνισα ἐν τῶι Χοίαχ μηνὶ περὶ τῆς σφραγῖδος τοῦ ἱεροῦ διότι αὐτὴν Χεσμῆνις καὶ Σεμθεὺς ὁ υἱὸς ἐν τῶι Ἁθὺρ μηνὶ ἀπὸ ἐνάτης, τοῦτο δὲ ἔπραξεν πρὸς τὸ ς ὧν ἂν βούλωνται γράφειν Μανε θῶι καὶ οἷς ἂν βούλωνται. προσαγγέλλω οὖν ἐπεὶ οὐ δυνάμεθα χρήσασθαι ἄλληι σφραγῖδι, ἐδώκαμεν δὲ ἐν τῶι Χοίαχ μηνὶ τῶι παρὰ Ἁρυώτου βασιλικοῦβασιλικωι γραμματέωςγραμματει περὶ τούτων ὑπόμνημα ἀξιῶν αμον ἀπεσταλκότα πρὸς Ἁρυώτην Νεχθεμμέως τὸν πρότερον ἐν τῶι ἀδύτωι ὄντα καὶ τὸν νῦν ὑπάρχοντα Χεσμῆνιν πυθέσθαι περὶ τῆς σφραγῖδος ας παρὰ Σεμθέως τοῦ Χεσμή νιος πεινη ωσπρτυ εἰληφέναι. καλῶς οὖν ποιήσεις εἴ σοι δοκεῖ μ ἀποστεῖλαί τινα πρὸς αὐτοὺς ειος τοῦ Παοῦτος καὶ Ἁρυώτου τοῦ Νεχθεμμέως περὶ τούτου καὶ γράψαι ἡμῖν πρὸς Ἀντίοχονον τὸν στρατηγόν. εὐτύχει. ἔτους ϛ Φαμενὼθ ϛ. ἀποσταλεὶς Ἀριστόνικος πρὸς τὸν ἐν τῶι ἀδύτωι Χεσμῆνιν ἐπηρώτα εἰ ὑπάρχει ἐν τῶι ἱερῶι τ ἡ σφραγὶς ἧι χρῶνται οἱ ἱερεῖς πρὸς τὰς γραφθησομένας ἐπιστολάς, Χεσμῆνις δὲ οὐκ ἔφη ἔχειν. τῆι δὲ ζ παραγενόμενοι Θοτορταῖος Ἁρμαχόρου Ἁρμάχορος Νεχθεμμέους Ἱμούθης Πνάσιος Ἁρυώτης Νε χθεμμέους τὴντὴμ μὲν σφραγῖδα ὡμολόγουν ὑπάρχειν ἐν τῶι ἀδύτωι, τῶι δὲ ἀρχιερεῖ οὐκ ἔφασαν πιστεύειν ἵνα μὴ κυριεύσας κοινὴν ἐπιστολὴν κατὰ πάντων γράψας σφραγίσηται αὐτῆι τῆι σφραγῖδι. Ἀντιόχωι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.