Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.iand.zen.1
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ἐφʼ ἱερέως τοῦ Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς , μηνὸς , Αἰγυπτίων δὲ ἐξέλαβεον Σισς ὁ τοῦ καὶ Ἁρμάις καὶ Πᾶσις καὶ Κελεκς παρὰ Ζήνωνος τοῦ Ἀγρεοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον τὸν διοικητὴν ἀπὸ τῶν δεδομένων παρὰ τοῦ βασιλέως ἐν τῶι Ἀρσινοίτηι νομῶι κατὰ Φιλαδέλφειαν Ἀπολλωνίωι τῶι διοικητῆι ἀρουρῶν μυρίων γῆς σπορίμου ἐν τῶι περιχώματι τῶι ἀπὸ βορρᾶ πρὸς νότον ἀρούρας ρ εἰς ἐνιαυτόν, ἑκάστην ἄρουραν πρὸς πυρὸν ἀνὰ ἀρτάβας ζ ἀκίνδυνον καὶ ἀνυπόλογον παντὸς ὑπολόγου. δοθήσεται δὲ εἰς μὲν τὴν πυρο φόρον σπέρμα τῆι ἀρούρηι ἀρτάβης ἥμισυ, εἰς δὲ τὴν κριθοφόρον κατὰ λόγον καὶ εἰς ἀνήλωμα ἑκάστηι ἀρούρηι κριθῆς ἀρτάβη α καὶ εἰς βοτανισμὸν κριθῆς ἀρτάβης ἥμισυ καὶ εἰς ξυλοκοπίαν, ἐὰν ἐμπίπτηι κοπὰς, ὅσον ἂν συγκριθῆι ἱκανὸν εἶναι δίδοσθαι εἰς ἑκάστην ἀρουρῶν. ἀπομετρείτωσαν δὲ Σισς καὶ Ἁρμάις καὶ Πᾶσις καὶ Κελεκς τὸν σῖτον εἰς τὸ ἐκφόριον ἐν τῶι ἐν Φιλαδελφείαι θησαυρῶι κατὰ τὸ σιτολογικὸν διάγραμμα ἐμ μηνὶ τῶι ἐν τῶι ἔτει, ὡσαύτως δὲ καὶ ὃν ἂν λαβηιωσι σῖτον εἰς σπέρμα καὶ βοτανισμὸν καὶ ἀνήλωμα καὶ ὅσον ἂν ἀργύριον εἰς τὴν κοπάδα δανείσηωνται ἢ σῖτον ἀντὶ τοῦ ἀργυρίου, τῶν μὲν πυρῶν τὴν ἀρτάβην πρὸς χαλκὸν δραχμὴν αδιώβολον, τῆς δὲ κριθῆς κατὰ λόγον. κατασπειράτωσαν δὲ Σισς καὶ Ἁρμάις καὶ Πᾶσις καὶ Κελες ἧς ἐξειλήφενασι γῆς τὰ μὲν δύο μέρη πυρῶι, τὸ δὲ τρίτον μέρος κριθῆι. ἐὰν δὲ μὴ ποιηιῶσι καθὰ συνεγράψα ν το, ἐξέστω Ζήνωνι ἑτέροις ἀπομισθοῦν τὴν γῆν. τὸ δὲ βλάβος, ὃ ἂν καταβλαψηιωσι τὴν Ἀπολλωνίου πρόσοδον ἢ πρὸς τὸ ἐκφόριον καὶ τὰ δάνεια, ὃ ἂν προσοφειλησηιωσι, ἀποτεισάτωσαν Ζήνωνι παραχρῆμα ἡμιόλιον. ἡ δὲ πρᾶξις ἔστω Ζήνωνι ἢ ἄλλωι ὑπὲρ αὐτοῦ πράσσοντι ἔκ τε αὐτουῶν καὶ τῶν ἐγγύων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτωιοῖς πάντων καὶ ἐξ ἑνὸς καὶ ἐκ πάντων ὡς πρὸς βασιλικά. ἔγγυοι τῶν κατὰ τὴν συγγραφὴν εἰς ἔκτεισιν οἱ συγγεγραμμένοι ἀλλήλων καὶ Ἡδύλος Δίωνος Τύριος τῶν περὶ Ἀπολλώνιον τὸν διοικητήν. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω, οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Δᾶμις Κλέωνος, Σώστρατος Κλέωνος, οἱ δύο Ἑλένειοι, Θεόπομπος Ἀριστίωνος Θεσσαλὸς ἰατρός, Διόδωρος Ζωπύρου Μάγνης τῶν περὶ Ἀπολλώνιον τὸν διοικητήν, Ἀγαθῖνος Πύρρου Κυρηναῖος τῶν ἐπέργων, Ἄνοσις Θοτορχῆτος Σαίτης κωμογραμματεὺς ἐν Φιλαδελφείαι. παρὰ Δάμιδι. γε Σισου Ἁρμάιος Πάσιτος Κελετος ἄρουραι ρ ἀνὰ ζ.Cross-references (3)
- TM-Text 4205 primary
- DDbDP-Text p.iand.zen;;1 tier-1
- HGV-Text 4205 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.