no image
DDbDP-text
Brief des Korrhagos an Proxenos: Neuedition von P.Cair. Zen. III 59332 mit P.Iand. inv. 384 via HGV-meta
Linked by Trismegistos ID
TM 975.
Each record below describes this same artifact or text from a different angle.
Κόρραγος Προξένωι χαίρειν. εἰς μὲν τὸ ἕβδομον καὶ τριακοστὸν ἔτος Δύστρου ιβ ἐν τοῖς γενεθλίοις ὃ δίδοται ἡμῖν ὀψώνιον τοῖς εἰς Κάνωπον ἀποδημοῦσι μετὰ τοῦ συνετάγη δοῦναιται, τοῖς δὲ παρʼ ἐμοῦ τότε οὐδεὶςοὐθεὶς ἔδωκε· μετὰ ὀλίγας δὲ ἡμέ ρας τὸν διασυνεστημένον παῖδα Θράσωνα Λευκίππωι τῶι γραμματεῖ ὥστε ἐκκομίζεσθαι τὰ ὀψώνια καὶ τὰς ἀγορὰς δεδεμένον μετεπεμψάμην διά τινας αἰτίας. περὶ μὲν οὖν τούτων ὁ τὴν ἐπιστολήν σοι ἀποδιδοὺς Διογένης ἐντεύξεται, ὢν οἰκεῖυος μου, ἐντεύξεται δέ σοι καὶ Ζήνων. εἰς δὲ τὸ ὄγδοον καὶ τριακοστὸν ἔτος εἰς μῆ να Ξανδικὸν ὁ υἱός μου Ἄτταλος καὶ Διογένης ἔλαβον τὸ γινόμενον ὀψώνιον, μετὰ ταῦ τα δὲ οὐθεὶς ἡμῖν οὐθὲν δέδωκεν. καλῶς ἂν οὖν ποιήσαις ἐνθυμηθεὶς ἵνα μηθεὶς ἡμᾶς τῶν ὑπὸ σὲ γραμματέων ἀδικῆι. τὰ δὲ ἄλλα ὁ φέρων σοι τὴν ἐπιστολὴν ἐρεῖ. ἔρρωσο. Προξένωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.