no image
DDbDP-text
Τιθοητίων καὶ οἱ σὺν αὐτῷ ἐπιτηρηταὶ
ἱερᾶς πύλης Σοήνης διὰ Ἀντωνίου Ἰουλᾶτος βοηθοῦ. διέγραψεν Θινεσνως Βιήγχεως ὑπὲρ διαφόρου γεωμετρίας φοινικῶνος λημμάτων
ι ἔτους καὶ ια ἔτους κατὰ τὰ κελευσθέντα ὑπὸ Καλουισίου Στατιανοῦ τοῦ
λαμπροτάτου ἡγεμόνος ἀκολούθως
τῇ νυνὶ γενομένῃ παραγραφῇ ὀνόματος
Νειλαμώνχιος Ὀννώφρεως κατὰ
τὰ προδιαγραφόμενα κατ’ ἔτος καὶ νυνὶ
τὰς αἱρούσας αὐτῇ δραχμὰς δεκατρεῖς τριώβολον, γίνονται δραχμαὶ ιγ τριώβολον. ἔτους ιδ
Αὐρηλίου Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου,
Φαωφι ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.