no image
DDbDP-text
Private Letter via HGV-meta
Linked by Trismegistos ID
TM 33297.
Each record below describes this same artifact or text from a different angle.
τῷ δεσπότῃ μου Παυσανίᾳ Γενᾶ χαίρειν. προηγου μένως πολλὰ τὴν εὐγέ νειάν σου προσαγορεύω μετὰ τῆς κυρίας μου Ταμοῦ καὶ τῶν υἱῶν εὐχόμενος ὁλο κληρεῖν διὰ παντός· ὡς ἐκέ λευσεν ἡ σὴ εὐγένεια, ἤθελον ἐξαυτῆς ἐλθεῖν πρὸς τὴν σὴν χρηστότητα, ἀλλʼ ἐπειδὴ ἐν τῷ ...... Πμοῦν Βερι βορινοῦ ἡμερῶν μετὰ πλησου τοῦ καρποῦ, διὰ τοῦτο τέως ὑπερ εθέμην, ἵνα μὴ ἔλθω μηδʼ ἀφανίσθῃ τὸ πρᾶγμα. ὡς ἴστε, καιρός ἐστιν τῆς κατασπορᾶς. εἰ ἔδοξεν οὖν τῇ εὐγενείᾳ, πέμψον τὸν ἀδελ φὸν Τιμόθεον, ἵνα ποιήσῃ τὸ πρᾶγμα ἀντʼ ἐμοῦ, καὶ γράψον μοι ὄνον πρὸς Γάϊον ἵνα ἐπειχθῶ, ἐπειδὴ οὐκ ἔχω νι κτῆνος. ἐρρῶ σθαί σε εὔχομαι, δέσπο τά μου, πολλοῖς εὐτυχοῦν τα χρόνοις. τῷ δεσπότῃ μου Παυσανίᾳ Γενᾶ τέκτωντεκτονοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.