no image
DDbDP-text
Private Letter via HGV-meta
Letter from Pausanias to Genas about the purchase of two piglets. A private letter from Pausanias to his brother Genas at Kellis about buying two piglets from the carpenter Aurelius Besas of Pmeskam for 12 kankella of wheat each. Pausanias arranges payment in wheat, involving Timotheos and Sineus, and offers to send a receipt via the water-cleaners. machine translation
Linked by Trismegistos ID
TM 33298.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
κυρίῳ μου ἀδελφῷ
Γενᾷ Παυσανίας
χαίρειν. ἐνετειλάμην
τῷ ἀδελφῷ Τιμοθέῳ
ἀποστεῖλαι χοιρίδιον
απ[…]…νος εἰς τὰ
αν[…]ου καὶ ἐπανελθεῖν. ἐπεὶ ἐζήτησα περὶ
τῶν χοιριδίων, φησὶ
ὁ ἀδελφὸς ὅτι· ηὗρον δύο
παρʼ Αὐρηλίου Βησᾶτος
τέκτονος ἀπὸ Πμεσκαμ
ὑπὲρ τοῦ ἑνὸς ἑκάστου
σίτουκαγκέλλων δώδεκα ἀχιρ[…]υ. ἔσπευσα
οὖν πέμψαι πρὸς ὑμᾶς
τὸν ἡμέτερον Σινέα.
διὸ οὖν ἀποστείλῃς ὑπὲρ
τοῦ ἑνὸς σίτου καθαροῦ καγκέλλους
δώδεκα, ὅπως ἀξιωθεὶς ἀνέλθῃς μετὰ τοῦυἱοῦ τοῦ Σίνεως καὶ ποιήσῃς τὸν αὐτὸν υἱὸν
…[…]…[…]……υνα… τὰ
χοιρίδια. καὶ εἰ μὲν
εὑρήσεις τὸν ἀδελφὸν Τιμόθεον, ποίησον αὐτὸν ἀναδέξασθαι
αὐτῷ τοὺς ἄλλους
δώδεκα καγκέλλους σίτου
εἰς τὸν καιρὸν ὑπὲρ
τοῦ ἄλλου. εἰ δὲ πάλιν
οὐκ εὑρήσεις, δῆλον
σὺ αὐτὸς ἀναδέξαι
τὸ μέτρον τῶν γενημάτων καὶ ἀπόστειλον τὰ δύο χοιρίδια
καὶ ἐὰν δηλώσῃς
μοι ὅτι εἰς τίνα
γεωργὸν θέλεις
τὴν ἀποχὴν τῶν
δώδεκα καγκέλλων σίτου, ἀποστελῶ σοι χωρὶς ἀμελείας διὰ τῶν ἐλθόντων ὑδροκαθαρτῶν
ἐπʼ αὐτὸν. ἐρρῶσθαί
σε εὔχομαι, κύριέ
ἄδελφε, πολλοῖς χρόνοις.
[r,ms]
ὡς προεῖπον οὖν, ἔπεμψα διὰ Σινέως εἰς τιμὴν τοῦ ἑνὸς ἐν σίτῳ καγκκέλλουςὀκτώ, ὅπως τὰ δύο
ἀποστείλατε. ἰδοὺ γὰρ ἔπεμψα
[v,minf]
τῷ ἀδελφῷ Τιμοθέῳ τὰ εἰκότα ἔτι μὴν καὶ
τῷ ἀδελφῷ Σαρᾶπι.
[v,msup]
τῷ ἀδελφῷ Γενᾷ Παυσανίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.