no image
DDbDP-text
Angebote auf Vergoldungsarbeiten an einer Decke im Gymnasium von Antinoopolis via HGV-meta
Linked by Trismegistos ID
TM 15463.
Each record below describes this same artifact or text from a different angle.
αἵρεσις χρυσώσεως τῆς ἡμισείας πρώτης, Μεσορὴ β. τῇ κρατίστῃ βουλῇ Ἀντινοέων Νέων Ἑλλήνων τῆς λαμπρᾶς πόλεως παρὰ Αὐρηλίου Ἀσκλᾶ ἀπὸ τῆς Ἀθριβιτῶν πόλεωςἈθριβιτῶν πόλεως. βού λομαι ἑκουσίως ἐγλαβεῖν χρύσωσιν τῆς ἡμισείας τῶν γεινομένων γλυπτικῶν ἔργων τοῦ ἐπʼ ἀγαθοῖς κατασκευαζομένου ὀρόφου στοᾶς καὶ πυλώνων στρογγυλαίου γυμνα σίου, ἐμαυτῷ παρέχων τά τε χρίσματα καὶ κόλλαν καὶ ὑποχρυσώματα καὶ τὴν ἄλλην πᾶσαν ἐπιχρείαν καὶ πέταλαπέτελα χρυσᾶ πρῶτα χρυσοῦ δοκίμου, λαμβάνων τοῦ μὲν πρώτου ἑξαγώ νου σὺν μισθῷ δραχμὰς ἐννέα τριώβολον , τοῦ δὲ δευτέρου ἑξαγώ νου σὺν μισθῷ δραχμὰς ἐννέα καὶ τοῦ τρίτου ἑξαγώνου ὁμοίως δραχμὰς ἑπτὰ καὶ τοῦ τετάρτου τετραγώνου ὁμοίως δραχμὰς τέσσαρες τετρώβολον καὶ τοῦ πέμ πτου ὁμοίως δραχμὰς δύο χαλκί νην καὶ τῶν καλουμένων ῥομ βίων ἑκάστου δραχμὴν μίαν , ἐφʼ ᾧ ἐξοδιασθῆναί μοι τὸ συναγό μενον ἀργύριον, ὧν ἐὰν παραδῶ, ἀριθμῷ πλήρῃ, μέχρις οὗ συμ πληρωθῇ τὰ ἔργα, ἅπερ ἔργα εὐά ρεστα ποιήσομαι εἰς τὸ μὴ ἐν ᾡ τινιοῦν μεμφθῆναι, παρεχόν των μοι τῶν ἐπιμελητῶν τοῦ ἔργου εἰς τὴν ἕψησιν τῆς κόλλης πελεκη μάτων ξύλων κατὰ ἑκατὸν παρέργι α σφυρίδα μεγάλην μίαν μεν ουργων παρεχόντων μοι της τιμῆς τικου ς. ἐὰν οὖν δόξῃ, κυρώσα τέ μοι ἐπὶ τούτοις· εἰ δὲ μὴ κυρωθεί ην, οὐκ ἐνσχεθήσομαι τῇδε τῇ αἱρέσει· καὶ ἐπερωτηθεὶς ὡμολόγησα, ἔτους ι Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σε βαστοῦ Μεσορὴ β. Αὐρήλιος ἐπιδέδωκα. αἵρεσις χρυσώσεως τῆς ἡμισείας ἑτέρας, Μεσορὴ β. τῇ κρατίστῃ βουλῇ Ἀντινοέων Νέων Ἑλλήνων τῆς λαμπρᾶς πόλεως παρὰ Αὐρηλίων Ἑρμίου τοῦ καὶ Ἀμμω ναντινόου φυλῆς Ὀσειραντινοίδος καὶ Δημητρίου τοῦ καὶ Ἀλεξάνδρου φυλῆς Ἁδριανῆς τ αἱρούμεθα ἑκουσίως ἐγλαβεῖν χρύσωσιν τῆς ἡμισείας τῶν γεινομένων γλυπτικῶν ἔργων τοῦ ἐπʼ ἀγαθοῖς κατασκευα ζομένου ὀρόφου στοᾶς καὶ πυλώνωνπυλυνων στρογγυλαιου γυμνασίου, ἑαυτοῖς παρέχοντες τά τε χρίσματαχρείσματα καὶ κόλ λαν καὶ ὑποχρυσώματα καὶ τὴν ἄλλην πᾶσαν ἐπιχρείαν καὶ πέτα λα χρυσᾶ πρῶτα χρυσοῦ δοκίμου λαμβάνοντες τοῦ μέν πρώτου ἑξα γώνου σὺν μισθῷ δραχμὰς ἐννέα τρι ώβολον , τοῦ δὲ δευτέρου ἑξαγώνου σὺν μισθῷ δραχμὰς ἐννέα καὶ τοῦ τρίτου ἑξαγώνου ὁμοίως δραχμὰς ἑπτὰ καὶ τοῦ τετάρτου τετραγώνου ὁμοίως δραχμὰς τέσσαρες τετρώ βολον καὶ τοῦ πέμπτου ὁμοίως τετραγώνου σὺν μισθῷ δραχμὰς δύο χαλκίνην, καὶ τῶν καλου μένων ῥομβίων ἑκάστου δραχμὴν μίαν , ἐφʼ ᾧ ἐξοδιασθῆναι ἡμῖν τὸ συναγόμενον ἀργύριον, ὧν ἐὰν πα ραδῶμεν, ἀριθμῷ πλήρῃ, μέχρις οὗ συμπληρωθῇ τὰ ἔργα, ἅπερ ἔργα εὐάρεστα ποιησόμεθα εἰς τὸ μὴ ἐν ᾑτινιοῦν μεμφθῆναι, παρεχόν των ἡμῖν τῶν ἐπιμελητῶν τοῦ ἔρ γου εἰς τὴν ἕψησιν τῆς κόλλης πε λεκημάτων ξύλων κατὰ ἑκατὸν παρέργια σφυρίδα μεγάλην μίαν . ἐὰν οὖν δόξῃ, κυρώσατε ἡμῖν ἐπὶ τούτοις· εἰ δὲ μὴ κυρωθεῖμεν, οὐ κ ἐνσχεθησόμεθα τῇδε τῇ αἱρε σει· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν, ἔτους ι Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐ σεβοῦς Ευτυχοῦς Σεβαστοῦ Μεσορὴ β. Αὐρήλιος Ἑρμείας ὁ καὶ Ἀμμω ναντίνοος ἐπιδέδωκα. Αὐρή λιος Δημήτριος ὁ καὶ Ἀλέξαν δρος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.