no image
DDbDP-text
Theophilos an Theomnestos: Anweisung, Getreide auszugeben via HGV-meta
Linked by Trismegistos ID
TM 112483.
Each record below describes this same artifact or text from a different angle.
Θεόφιλος Θεομνήστωι χαίρειν. τοῦ παρὰ Ἀγαθοκλέους ἐπιμελητοῦ καὶ παρὰ Θέωνος τοῦ οἰκονόμου ἐγλογίσματος, οὗ συνυπογράφει ὁ δεῖνα ὁ βασιλικὸς γραμματεὺς, ὑποτέτακταί σοι τὸ ἀντίγραφον. κατακολου θήσας οὖν τοῖς ἐπεσταλμένοις μέτρησον μετὰ τῶν ἐπακολουθούντων ἐξ οὗ εἰσδέξηι πυροῦ διὰ τῶν παρὰ Θέωνος τοῦ οἰκονόμου Ἀρχεδήμωι ὥστε ἱππεῦσι μισθοφόροις εἰς Φαμενὼθ τοῦ ιβ ἔτους πυρῶν ἀρταβ- σν καὶ τὴν ἔτι ὀφει λομένην αὐτῶι κριθὴν ὥστε τοῖς αὐτοῖς ἕως Φαμενὼθ ἀρταβ- δεκαπέντε γίνονται πυρῶν σν κριθῶν ιε μέτρωι ἀνηλωτικῶι καὶ σύμβολον ποίησαι πρὸς αὐτόν, καὶ ὅπως μηθὲν ἐν τούτοις ἀγνοηθῆι, μηδὲ τῶν εἰς τὸ βασιλικόν, προνοήθητι ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου. ἔτους ιβ Ἀγαθοκλῆς Θεοφίλωι χαίρειν. τοῦ παρὰ Ἀρχεδήμου ἐγλογίσματος ὑπόκειται τὸ ἀντίγραφον. μέτρησον αὐτῶι ὥστε ἱππεῦσι μισθοφόροις τοῖς ἐν τῶι Ἡρακλεοπολίτηι τεταγμένοις, οὓς καὶ ἠριθμήκαμεν, ὅ διασαφεῖ καθήκειν μέτρημα εἰς Φαμενὼθ τοῦ ιβ ἔτους πυρῶν ἀρταβ- σπζ κριθῶν τξζ ἥμισυ, γίνονται πυρῶν σπζ κριθῶν τξζ ἥμισυ. Ἀρχέδημος Ἀγαθοκλεῖ χαίρειν. σύνταξον χρηματίσαι ὥστε ἱππεῦσι μισθοφόροις τοῖς ἐν τῶι Ἡρακλεοπολίτηι τὸ γινομένον μέτρημα εἰς Φαμενὼθ τοῦ ιβ ἔτους πυρῶν ἀρταβ- σπζ κριθῶν ἀρταβ- τξζ ἥμισυ, γίνονται πυρῶν σπζ κριθῶν τξζ ἥμισυ. Ἀγαθοκλῆς. μέτρησον πυρῶν ἀρτάβας σπζ κριθῶν τξζ ἥμισυ, γίνονται σπζ κριθῶν τξζ ἥμισυ .ca25γαθη.ca7εμτ .ca25των.ca17ηρ .ca25α.ca17 ἀρταβ- σπζ Θεόφιλος· μέτρησον τὰς διακοσίας πεντήκοντα ἀρτάβας τῶν πυρῶν καὶ κριθῶν δεκαπέντε Ἀρχεδήμωι ὥστε ἱππεῦσι μισθοφόροις, καθότι προγέγραπται, γίνονται πυρῶν σν κριθῶν ιε ἔτους ιβ ἔτους ιβ vestiges σιτολόγωι Θεοφίλου vestiges ΘΕΟΜΝΗΣΤΩΙ πυρῶν σν κριθῶν ιε πυρῶν σν κριθῶν ιεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.