no image
DDbDP-text
ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία Ἑρμουπόλεως διὰ τοῦ ἐνδοξοτάτου Ἰωαννακίου ἰλλουστρίου καὶ φροντιστοῦ τῆς αὐτῆς ἐκκλησίας Ἑρμουπόλεως διὰ ἐμοῦ Κολλούθου προνοητοῦ Ἑρμουπόλεως † τῷ ἀδελφῷ Δανιήλ. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ ὑπὲρ ἐκφορίων καρπῶν δευτέρας ἰνδικτίονος χρυσοῦ νομισμάτια πέντε εὔσταθμα γίνεται χρυσοῦ νομισμάτια ε, καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαι τὴν παροῦσαν πληρωτικὴν ἀπόδειξιν ὡς πρόκειται. ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία Ἑρμουπόλεως διὰ ἐμοῦ Κολλούθου προνοητοῦ στοιχεῖ μοι ἡ ἀπόδειξις ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.