no image
DDbDP-text
Byzantinischer Geschäftsbrief via HGV-meta
Linked by Trismegistos ID
TM 37290.
Each record below describes this same artifact or text from a different angle.
καὶ διὰ τοῦ συμμάχου τοῦ εὐλαβεστάτου ἄπα Γεωργίου καὶ διὰ τῶν πεμφθέντων διὰ τοῦ νοταρίου τοῦ κόμιτος Ἰούστου γραμμάτων, ἔτι μὴν καὶ διὰ τοῦ κυρίου Κοσμᾶ γέγραφα τῇ ὑμετέρᾳ δεσποτείᾳ, ὡς τοῦ δεσπότου θεοῦ συνελθόντος ηὗρον τὸ χαλαστάριν ὃ καταθυμίως ἐπέταξεν ἡ ὑμετέρα δεσποτεία· καὶ μὰ τὸν σωτῆρα θεόν, ὡς ὁ τοῦτο πωλῶν διεβεβαιώσατο μεθʼ ὅρκου, παρεκαλεῖτο πωλῆσαι αὐτό· ἀλλʼ ἐμοῦ παρακαλέσαντος αὐτὸν ἐπὶ προθεσμίαν ἡμερῶν εἴκοσι ἀπὸ τότε ἐκώλυσα μὴ πραθῆναι ἄλλῃ· καὶ ἐπειδὴ ἔξωθεν τῶν ἀκοῶν ὑμῶν ἐτελεύτησεν ὁ μακαρίτης Μηνᾶς πρὸς ὃν τὸ ἐπίσταλμα ἐγένετο καὶ οὐκηὗρον πόθεν τὴν τούτου τιμὴν διδόναι, γέγραφα τοσαυτάκις τῇ ἐμῇ δεσποίνῃ· καὶ νῦν τῶν σεβασμίων ψης ἀποδοθέντων μοι οὐ μόνον μετωνόμαζεν καὶ νεν περὶ τιμῆς, ἀλλὰ καὶ ὑπομιμνήσκομαι παρὰ τοῦ ἀνθρώτου τοῦ πωλοῦντος τοῦ ουλουε ὡς μέχρι νῦν ἐλπιδοκοπῶ αὐτὸν ὡς οὔπω ἦλθεν ἡ ἀπόκρισις διʼ ἀντιγράφων. παρακληθήτω οὖν ἡ ἐμὴ δέσποιναδέσποινη συντόμως δηλῶσαί μοι τὴν ἀπόκρισιν ἢ τὴν τιμὴν τουτέστιν τὰ νομισμάτια ξζ ὡς αὐτὸς ἔφη ὡς ὁρκίσθηὡρκίσθη κόμες Θεοδόσιος ὁ ταῦτα μὴ δεδωκὼς ἢ ἐὰν κελεύει ἀποτάξασθαι ἵνα εὕρω ἀπολογήσασθαι τῷ ἀνθρώπῳ. μὰ τὸν γὰρ σωτῆρα θεόν, ὥσπερ ἐπιθυμῶ τυχεῖν τοῦ ἐλέους τοῦ δεσπότου θεοῦ, οὕτως ἐπιθυμῶ δουλεῦσαι τοῖς ἐμοῖς δεσπόταις. καὶ τὴν δὲ ἐπιστολήν, καθὼς ἐκέλευσεν, πρὸς τὴν κύραν Εὐφημίαν ἕνεκεν τῶν χειροψελλίων γράφω καὶ ἀπὸ δίδωμι μετὰ καὶ προσκυνήσεως μήπως καὶ μετὰ ταῦτα ζητῆσαι ἔχει σου ἡ δεσποτεία καὶ αὐτὰ τὰ χειροψέλλια, θέλων ἐν παντὶ πληρῶσαι τὴν κέλευσιν τῆς ὑμετέρας δεσποτείας. Τῦβι ιζ ιζ ιζ τῇ ἐμῇ δεσποίνῃ sealing pattern τῇ κυρίᾳκυρᾳ Κύρος νοτάριος. κυρίᾳκυρᾳ ΜαρίᾳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.