no image
DDbDP-text
Weindarlehen via HGV-meta
Linked by Trismegistos ID
TM 3181.
Each record below describes this same artifact or text from a different angle.
Μακεδὼν τριακοντά ρουρος καὶ Ἰσιδώρωι τοῖς ἐξειληφόσιν τὴν ἀπόμοιραν μυ χαίρειν. ὁμο λογῶ ἐσχηκέναι παρʼ ὑμῶν τοὺς τεσσαράκοντα πέντε μετρητὰς τοῦ οἴνου οὓς συνεγρα ψάμην δώσειν εἰς τὴν ἀπόμοι ραν τοῦ ὑπάρχοντός μοι ἀμπε λῶνος περὶ τὴν προγεγραμμέ νην κώμην ἐν τῶιτι ἰδίωι κλήρωι τιμῆς τὸν μετρητὴν ἕκαστον χαλκοῦ πρὸς ἀργύριον δραχμῶν ἑπτακοσίων ὃ γίνεται χαλκοῦ πρὸς ἀργύριον τάλαντα πέντε δραχμαὶ χίλιαι πεντακόσιαι, γίνονται τάλαντα ε δραχμαὶ Αφ, ἃ καὶ τάξομαι ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἕως Μεχεὶρ τριακάδος τοῦ τεσ σαρεσκαιδεκάτου ἔτους ἢ ἀποτείσω ἡμιόλιον. προσ διαγραψα δὲ καὶ τῶν συκίνων καρπῶν δραχμὰς τριάκοντα. καὶ ἡ πρᾶξις ὑμῖν ἔστω ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων πράσσοντι πρὸς βασιλικά. ἔρρωσθε. ἔτους ιδ Μεχεὶρ κδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.