no image
DDbDP-text
Petizione allo stratego via HGV-meta
Linked by Trismegistos ID
TM 11542.
Each record below describes this same artifact or text from a different angle.
Ἀνδρομάχωι στρατηγῷ Ἀρσινοίτου Πολέμωνος μερίδος διὰ Σαβείνου γεγυμνασιαρχηκότος διαδεχομένου τὰ κατὰ τὴν στρατηγίαν παρὰ Κρονίωνος τοῦ Χεῶτος ἀπὸ κώμης Τεπτύνεως. ὄνον μου θήλειαν μέλαιναν παρεθέμην ἐν τῇ μητροπόλει Ἀκουσαρίωι, ἥνπερ βουλόμενος παρὰ τῆς Ἀκουσαρίου παραλαβεῖν μετέλαβον παρʼ αὐτῆς ὡς ὅτι ἄφνως ἐξέφυγεν εἰς τὴν Τεβτῦνιν ἀπὸ τῆς αὐλῆς αὐτῆς. ἐπεὶ οὖν παραγενόμενος εἰς τὴν Τε πτῦνιν οὐχ εὗρον τὴν ὄνον, ἀξιῶἀξιῶι ἀχθῆναι τὴν Ἀκουσά ριον ἐπί σε πρὸς τὸ ἀπολα βεῖν τὴν ὄνον, ἵνʼ ὦ ὑπό σου βεβοηθημένος. ἔτους άτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαρμοῦθι ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.