no image
DDbDP-text
ἔτους λϛ Καίσαρος Μεχεὶρ β διέγραψεν
Ἀνχόρινφις Ἰσχῖτος Ἡρακλᾷ τῶι
παρὰ Πτολεμαίου Αρα δημοσίου τραπεζίτου εἰς συντάξιμον τοῦ αὐτοῦ ἔτους
Ἀπιάδος ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η καὶ τῆι
[…] τοῦ Φαρμοῦθι δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ
καὶ τῆι κγ τοῦ Παῦνι δραχμὰς δεκαδύο
γίνονται δραχμαὶ ιβ καὶ τῆι α τοῦ Μεσορὴ δραχμὰς ὀκτώ,
γίνονται δραχμαὶ η
ἔτους λζ Καίσαρος Φαῶφι λ διέγραψεν
Ἀνχόρινφις Ἰσχῖτος
Ἡρακλᾷ τῶι παρὰ Πτολεμαίου Αρα δημοσίου
τραπεζίτου εἰς συντάξιμον τοῦ ἕκτου καὶ τριακοστοῦ
ἔτους α…[…]… δραχμὰς τέσσερας, γίνονται δραχμαὶ δSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.