Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lips.2.124

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ειμματος ασιν ηθεντα εἰς τὴν ἱππικὴν πρόσοδον καθηκόντων - οἱ δὲ γραμματεῖς τοὺς τοιούτους παραγράφουσιν τὰς κατὰ καιρὸν γινομένας εἰσφορὰς καὶ τἆλλα παρὰ τὸ δέον -, ἵνα μηθὲν τοιοῦτο γίνηται, ἀπαρενόχλητοι δὲ κατασταθέντες μετέχωσι τῆς παρʼ ὑμῶν εὐεργεσίας ἀκολούθως τοῖς περὶ αὐτῶν πρότερον προστεταγμένοις, ὡσαύτως δὲ καὶ τοὺς ἄλλους τοὺς μὴ τετε λεκότας ἕως τοῦ λβ ἔτους μὴ παρενοχλεῖν κατὰ τὰ καὶ νῦν προστεταγμένα. ποιῆσαι τοῖς ἕως τοῦ νῦν μεταβεβηκόσι. κ τῶν ὑφʼ ἡμῶν πεφιλανθρω πημένων ἐν τῶι κδ ἔτει προστέτακται ἀπαιτεῖν εἰς τὴν ἱππικὴν πρόσοδον τὰ ἐκ τοῦ σπόρου, τῶν δὲ τὴν ὄλυραν ἐσπαρκότων παραδέχεσθαι ἐκ β 𐅵 ἀρταβῶν, ουἱ δὲ παρὰ τοῦ διοικητοῦ α τὰ προστεταγμένα. τῶν μὲν δεχθηι, εἰς δὲ τὸ λοιπὸν ἀκολούθως τοῖς πεφιλανθρωπημένοις. ποιῆσαι διαφόρους. καὶ ἐπεὶ πρότερον μὲν ἐτελοῦμεν τὰ εἰς τὴν ἱππικὴν πρόσοδον καθήκοντα ἐκ τῶν σπόρων κατὰ τὰς γενομένας γεωμετρίας, ἐν τῶι κδ ἔτει ἐπὶ τοῦ ἀδελφοῦ, βασιλεῦ μέγιστε, ἐστάθη ἐπὶ Διοσκουρίδου του διοικήσαντος λαμβάνεσθαι παρʼ ἡμῶν χωρὶς τῆς Θηβαίδος μυριάδας κδ Γφοζ εἰς ὃ τῶν εἰς ὅ τῶν ἀναλαμβανομένων κλήρων εἰς τὸ βασιλικὸν παρεδέχοντο οἱ παρὰ τοῦ διοικητοῦ γραμματεῖς τὰ ἐπιβάλλοντα κατʼ ἔτος ἐξ ὧν συνήγοντο τῶν ἕως τοῦ κϛ ἔτους ἐπὶ σοῦ, βασιλεῦ, ἀρτάβαι Ηω, τῶν δὲ καταλειπομένων μυριάδων κγ Δψοζ τελουμένων παρʼ ἡμῶν θλιβόμενοι καθʼ ὑπερβολὴν καὶ ἐν τῆι τούτων παραδόσει διὰ τὰς ὑποδειχθείσας αἰτίας ἠξιώσαμέν σε ἐν τῶι κϛ ἔτει κουφίσαι τε ἡμᾶς καὶ ἔτι προσδοῦναι τοὺς προσληφθέντας καὶ τοὺς ἐπεσομένους, πρὸς τρίτον δὲ προστα χθέντος προσθεῖναι ἡμῖν τὰ καθήκοντα τῶν προσειλημμένων εἰς τὴν κατοικίαν μετὰ τὸ σταθῆναι τὸ κεφάλαιον ἐν τῶι κδ ἔτει ὑπὸ τοῦ Διοσκουρίδου ἐν οἷς νομοῖς ἐτελεῖτο ἐπιγραφὴ τὰς μεγίστας σοι χάριτας ἔσχομεν. ἐν δὲ τῶι λ ἔτει εἰσδ ἐκ τῶν κακοσχολῶς ὑπὸ τῶν παρʼ αὐτοῦ γραμματέων παραδεχθέντων καὶ οἰηθέντος τὰς ἤδη ἀντανειρημένας ὑπʼ αὐτῶν ἕως τοῦ κϛ ἔτους ἀρτάβας Ηω πάλι προσάγειν διὰ τὸ προσδοθῆναι ἡμῖν τοὺς προγεγονότας καὶ ἐξσαμένους προσταχθῆναι ἀκολούθως συναναγκάσαντός τε τοὺς πρὸς ταῖς συντάξεσιν ἡμῶν ἀναδέξασθαι σὺν ἄλλοις οὐκ εὐγνώμοσιν καὶ τοῦτο τὸ κεφάλαιον, καὶ παρʼ αὐτὸν τὸν καιρὸν μεταλαβόντες ἀντείπαμεν διειληφότες ἀλλότριον εἶναι τὸ διασαφούμενον τῆς δεδομένης παρʼ ὑμῶν χάριτος καὶ νῦν δὲ ἀξιοῦμεν βεβαιώσαντας τὰς προεπικε χωρημένας ἡμῖν παρʼ ὑμῶν εὐεργεσίας καὶ ἐμβλέψανταςἐμβλέψαντες εἰς τὰς τῶν γραμματέων εὑρησιλογίας καὶ διότι τῶν κλήρων ἀνειλημμένων εἰς τὸ βασιλικὸν προσῆκται τῆι φορολογίαι ἡμῶν πολλαπλάσια πλήθη συμβαίνει τε διὰ τὰ τοιαῦτα προσλογίσ ματα πολλάκις κεφάλαια ἄπρακτα καὶ ὁμόλογα ἐν ἡμῖν ἀναφέρεσθαι προστάξαι ἀπολῦσαι ἡμᾶς τῶν παραγραφομένων καὶ εἰς τὸ λοιπὸν δὲ μηθὲνμηδὲν τοιοῦτο προσάγεσθαι. ποιῆσαι. ἄλλο μέρος· ἀπολῦσαι δʼ ἡμᾶς καὶ τῶν ἕως τοῦ λβ ἔτους παραγραφομένων πρὸς τὴν ἱππικὴν πρόσοδον ὀφειλημάτων ἐν οἷς ἔσται καὶ τὰ πλεῖστα τῶν προκειμένων εἰς τν σιταρχήματα τοῖς καθʼ ἱππαρχίαν ἀπὸ τοῦ κϛ ἔτους ἕως τοῦ κθ ἔτους κατὰ τὰ προσταχθέντα ἐφʼ ὧν εἰσεδ Σαραπίων ὁ διοικητής ποιῆσαι. ἐστι ἀπὸ τῶν πρὸς τὴν ἱππικὴν πρόσοδον καθηκόντων ὧν γράφει γεγονέναι διαρταβίας ἀπὸ τῶν κλήρων ἕως τοῦ κϛ ἔτους ἀρτάβας σδ ἀντὶ ἀρτάβας λβ ιβ τὰς αἱρούσας ξ γ ιβ καὶ πρὸς τοὺς ἕως τοῦ λβ ἔτους χρόνους γράφουσι ὀφείλεσθαι τοη δ, γίνονται υλη β. ἄλλας ὀφειλομένας πρὸς τὴν καθήκουσαν ἐπιγραφὴν τῶν πρὸς τοὺς ἕως τοῦ λβ ἔτους χρόνους σνε, καὶ ἐν τοῖς ἐν τῆι συντάξει τοῦ Ὀξυρυγχίτου φερομένοις ὁμοίως ρξδ η, γίνονται υιθ η. καὶ διάφορον ὀλύρας τῆς παραδεδομένης ἀντὶ πυροῦ εἰς τὴν ἱππικὴν πρόσοδον ὡσαύτως φ, γίνονται ϡιθ η, καὶ ἀπὸ τῶν πρὸς τὴν διαρταβίαν τοῦ λγ ἔτους ὧν γράφει προφέρεσθαί τινας ἔχειν τοὺς κλήρους ἀγοραστοὺς ὧν προσήγετο διὰ τὸ δεῖν πρότερον κομίσαι παρὰ τοῦ διοικητοῦ χρηματισμούς, τοὺς δʼ ἄνδρας προφέρεσθαι μὴ καθη κόντως περισπᾶσθαι μηδὲ γὰρ ἰσχυρότερον εἶναι τὸν παρὰ τοῦ διοικητοῦ χρηματισμὸν τῶν περὶ αὐτῶν προστεταγμένων καὶ ἀποκεκριμένων ἀρτάβας π, καὶ ἀπὸ τῶν παρὰ τὰ σπέρματα ι, γίνονται ϙ, καὶ τῶν ἐπὶ ἰδιοκτήτωι ἀρουρῶν μδ ἀρτάβας πη, ροη. καὶ τῶν μετακειμένων εἰς τὴν κατοικίαν ἐφόδων καὶ φυλακιτῶν διαρταβίας μη 𐅵, καὶ ἀπὸ τῶν παρὰ τοὺς σπόρους ϛ 𐅵 , φυλακιτικοῦ καὶ αλλο ου καὶ τῶν ἄλλων πα γ ιβ, γίνονται τιδ γ ιβ. γίνονται τῶν ἐν ἐποχῆι Αχοβ η ιβ. σὺν δὲ ταῖς ἐν τοῖς ἐπισκεφθησομένοις ἀρτάβαις Αψπε η, ὥστʼ εἶναι τὰς προκειμένας μυριάδας β Βρϙβ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.