no image
DDbDP-text
Ἀπολλωνίωι καὶ Θέωνι γεγυμ νασιαρχαρχηκόσι βιβλιοφύλαξιν ἐγκτήσεωνἐνκτήσεων Ἀρσινοίτου παρὰ Μικκάλου τοῦ Πτο λεμαίου τοῦ καὶ Πεθέως πρεσβυτέρου τοῦ Πεθέως τῶν ἀπὸ Καρανίδος χωρὶς ὧν ἀπεγραψάμην Λογίσμῳ καὶ Ἀντιόχῳ τῷ β ἔτει Γάλβα προσαπογράφομαι καὶ ἃς νυνὶνυνεὶ παρακεχώρημαι παρὰ Θεοδότης τῆς Διονυσίου τοῦ Διονυσίου ἀπὸ ἀμφόδου Θαραπίας ἀπoγεγραμμένης Ἀμμωνίῳ μετὰ κυρίου τοῦ κατὰ πατέρα Διονυσίου τοῦ καὶ Πτολεμαίου τοῦ Πτολεμαίου περὶ Βακχιάδα ἥμισυ μέρος κλήρου κατοικικοῦ ἀρούρας ἓξ τιμῆς ἀργυρίου δραχμῶν τρισχιλίων διακοσίων πεντήκοντα. διὸ ἐπιδίδωμι τὴν προσαπογραφήν. κατακεχώρισται ἔτει ϛ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαρμοῦθι ιαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.