Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.1075

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

τὰ γραφέντα παρὰ τῆς ὑμετέρας μεγαλοπρεποῦς καὶ θεοφυλάκτου πατρικῆς δεσποτείας ἐδεξάμην καὶ καὶ ἂνκἂν μὴ γράψω ἐπίσταται ὅτι ὥσπερ θέλω ἐμαυτὸν ἀποθεραπεῦσαιἀπoqerapευθῆναι οὕτως καὶ τοὺς μεγαλοπρεπεστάτους καὶ θεοφυλάκτους ὑμᾶς ἐν ἅπασι θέλω ἀποθεραπεῦσαι, ἀλλά τινα εἶπεν ὁ υἱὸς ὑμῶν ὁ ἀδελφός μου ὅτι εἶπεν εἰς ὄψιν αὐτοῦ Ἰωσήφιος ὁ ὑμέτερος γεωργὸς ἃὅσα οὐ δύναται εἶπειν ἐπὶ τῶν δούλων ὑμῶν καὶ ὄντως ἐθαύμασα· ἐπίστασθε γὰρ καὶ ἂνκἂν μὴ γράψω ὅτι χρεία ἐστὶν τιμηθῆναι τοὺς παγάρχας ἐξαιρέτως ἐν τοῖς τόποις. πλὴν ἵνα μὴ πολλοῖς χρήσωμαι λόγοις θεοῦ κελεύοντος αὔριον ἀπέρχομαιὑπέρχομαι εἰς προσκύνησιν ὑμῶν μετὰ τοῦ εἰρημένου μου ἀδελφοῦ καὶ εἴ τι ἠπαιτήθησαν οἱ γεωργοὶ ὑμῶν καὶ ἄνκὰ̓́ν τε πρόβατα καὶ ἄνκὰ̓́ν τε μῆλα ἀναδιδοῦμεν ὑμῖν ἐνταῦθα. ἀλλὰ καὶ ὑμεῖς δεσπόται ὀφείλατε γράψαι τῷ αὐτῷ ὑμῶν γεωργῷ Ἰωσηφίῳ ἵνα μὴ τοῦ λοιποῦ παρεξέλθῃ τοῦ σκοποῦ ὑμῶν· πεπληροφόρημαι γὰρ σαφῶς ὅτι οὐ θέλετε αὐτὸν εἶναι ἐπὶ τοσοῦτον ἀνεγκέφαλον. ἐὰν γὰρ οὕτως ἐπιμείνῃ ἑαυτὸνσεαυτὸν βλάπτει. πλὴνην δὲ δεσπότα ὡς προέγραψα ἐὰν στράφωσιν τὰ σύνπαντα τι ποτὲ τῶν λυπούντων τοὺς θεοφυλάκτους καὶ μεγαλοπρεπεστάτους ὑμᾶς οὐ γίνεται. ἀλλʼ ἅπαντα ὅσα ἠπαιτήθησαν οἱ γεωργοὶ ὑμῶν ἀναδίδομεν ὑμῖν ἐνταῦθα πίστει τοῦ ὑμετέρου συμμάχου διὰ τοῦ γράμματος ὡς προηρηηιως. ἀσπάζομαιπροῄρηται κισας παρʼ ὑμῶν τὴν ὑμετέραν μεγαλοπρεπῆ καὶ θεοφύλακτον πατρικὴν δεσποτείαν

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.