Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.1168

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τετάρτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Δύστρου Τῦβι κζ σεβαστῇ ἐν Ἑρμουπόλει τῆς Θηβαίδος. ἐμίσθωσεν Στοτοῆτις Διοσκόρου ἙρμοπολῖτιςἙρμοπολεῖτις ΠερσίνηΠερσείνη τῆς ἐπιγονῆς ὡς ἐτῶν νγ μέση μελίχρως μακροπρόσωπος οὐλὴ μετώπῳ μέσῳ μετὰ κυρίου τοῦ αὐτῆς ἀδελφοῦ Πεκύσιος τοῦ Διοσκόρου ὡς ἐτῶν ξ μέσου μελίχρωτος εὐθύρινος οὐλὴ ὑπὸ μήλῳ αρειω τω αὐτῆς αὐτῆς ἀδελφῷ Χιχόιτι Διοσκόρου ὡς ἐτῶν ξα μέσῳ μελίχρωτι μακροπροσώπῳ εὐθύρινι οὐλὴ παρὰ δεξι τὸ ὑπάρχον αὐτῆι πατρικὸν ἕκτον μέροςμέροις οἰκίας καὶ αὐλῆς καὶ συνκυρόντων καὶ χρηστηρίων καὶ ἀνηκόντων καὶ εἰσόδου καὶ ἐξόδου ὧν τὰ λοιπὰ μέρη ἐστὶν τοῦ αὐτοῦ Χιχόιτος πάντων ὄντων ἐντὸς τοῦ ἐν Ἑρμουπόλει Φρουρίου ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι ἐπὶ ταῖς οὔσαις γειτνίαις. ἡ μίσθωσις ἥδε ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπʼἐφʼ ἔτηἔτηι τέσσαρα ἐφʼ ᾧ ὁ Χιχόις καὶ οἱ παρʼ αὐτοῦ οἰκήσουσι ἐν τοῖς μεμισθωμένοις ἐπὶ τὸν χρόνον ἀντὶ τοῦ τόκου ὧν ἀνείρηται ἡ ΣτοτοῆτιςΣτοτοῆρις παρὰ τοῦ Χιχόιτος ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμῶν διακοσίων εἴκοσι διὰ τῆς Σύρου τραπέζης, βεβαιούτω δὲ ἡ Στοτοῆτις τήνδε τὴν μίσθωσιν πάσῃ βεβαιώσει ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς ἢ καὶ μὴ ἐξέστωἐξέστωι πωλεῖν μηδʼ ὑποτίθεσθαιὑοτιθεσθε τὰ μεμισθωμένα μηδὲ ἑτέροις μεταμισθοῦνμεταμισθοῖν μηδʼ ἄλλο μηδὲν ὑπεναντίον τούτοις ἐπιτελεῖν τρόπῳ μηδενὶ ἢ τὰ παρὰ ταῦτα ἄκυρα εἶναι, πληρωθέντος δὲ τοῦ χρόνου ἀποδότωἀποδότωι ἡ ΣτοτοῆτιςΣτοτοῆρις τῷ Χιχόιτι ἢ τοῖς παρʼ αὐτοῦ τὰς τοῦ ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι παραχρῆμα. ἐὰν δὲ μὴ ἀποδῷ καὶ βούληται ὁ Χιχόις πάλιν οἰκεῖν ἐπὶ τοῖς προκειμένοις δικαίοις ἐξεῖναι αὐτῶι καὶ ἑτέροις μεταμισθοῦνμεταμισθοῖν ἀπαραποδίστως τῆς πράξεως οὔσης τῷ Χιχόιτι ἢ τοῖς παρʼ αὐτοῦ ὁπηνίκα ἐὰν αἱρῶνται μετὰ τὴν ὡρισμένην ἀπόδοσιν ἔκ τε τῆς Στοτοήτιος καὶ ἐκ τῶν μεμισθωμένων οἰκοπέδων καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκἐγ δίκης. ἡ μίσθωσις κυρία. Στοτοῆτις Διοσκόρου μετὰ κυρίου τοῦ ἐμαυτῆςἐματῆς ἀδελφοῦ Πεκύσιος τοῦ Διοσκόρου μεμίσθωκα κα θὼς πρόκειται ἐπὶ τὸν προκείμενον χρόνον ἀντὶ τοῦ τόκου ὧν ἔλαβον ἀργυρίου δραχμῶν διακοσίων εἴκοσι ἃς καὶ ἀποδώσω μετὰ τὸν χρόνον καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις. Ἑρμαῖος ὁ καὶ Βησᾶς Μενχήους ἔγραψα ὑπὲρ αὐτῶν διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Χιχόις Διοσκόρου εὐδοκῶ. κεχρημάτισται διὰ Ἑρμαίου τοῦ καὶ Κορνηλίου τοῦ Χαιρήμονος ἀγορανόμου. ΧιχόιΧιχοιτος Διοσκυρίου ΣύρῳΣυρο τραπεζίτῃ χαίρεινχαίριν· περίλυσιν τὴν ὑποκειμένηνἡποκιμεν διαγραφὴν καὶ τὴν πρός με μίσθωσινμιθωσιν ἕκτου μέρους οἰκίας διὰ τὸ ἀπεσχηκέναιἀπεσχηγέναι με τὰ ἐπὶ αὐτήναὐδήν· ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ ΓερμανικοῦΚερμανικοῦ Αὐτοκράτορος Φαρμῦθι κε. ἀντίγραφον διαγραφῆς διὰ τῆς Σύρου ἰδιωτικῆς τραπέζης. ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Τῦβι εἰκοστῆι. Χιχόις Διοσκουρίδου Στοτοήτιος Διοσκόρου μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Πεκύσιος τοῦ Διοσκόρου ἀκολούθωςἀκολλούθως τῆι ἀνενηνεγμένηι διὰ τοῦ ἐν Ἑρμουπόλει ἀγορανομίου μισθώσειμισθώσι ἕκτου μέρους οἰκίας καὶ αὐλῆς ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι γίνονται δραχμαὶ σκ. Στουτοῆτις Διοσκόρου μετὰ κυρίου τοῦ ἐμαυτῆςἐματῆς ἀδελφοῦ Πεκύσιος τοῦ Διοσκόρου ἐπηκολούθηκα τῇ προκειμένῃ διαγραφῇ καὶ ἔχω ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι, ἀργυρίου δραχμαὶ σκ, ἀκολούθως τῇ ἀνενηνεγμένῃἀνανηνυγμένῃ διὰ τοῦ ἐν Ἑρμουπόλει ἀγορανομίου μισθώσει ἕκτου μέρους οἰκίας καὶ αὐλῆς καθότι πρόκειται. ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Τῦβι κζ. Ἑρμαῖος ὁ καὶ Βησᾶς Μενχήους ἔγραψα ὑπὲρ αὐτῶν διὰ τὸ μὴ εἰδέναι αὐτοὺςαὐτας γράμματα. ΧιχόιτοςΧιχοίτος Διοσκυρίου ΣτοτοήτειΣτοτοητις Διοσκυρίου ἀδελφῇ χαίρεινχαίριν· ὁμολογῶὁμολοκο ἀπεσχηκέναιἐπησκηγέναι παρὰ σοῦ διὰ χειρὸςχιρὸς ἃς ὤφειλειςὤφιλαις ἐμοὶ κατὰ μίσθωσινμιθωσιν διὰ τοῦ ἐν ἙρμουπόλειἙρμουπόλι ἀγορανομίουἐγρανομίου ἐπὶ τῷ ἕκτῳ μέρειμέρι σου οἰκίας καὶ κατὰ διαγραφὴν τῆς αὐτῆςαὐτη μισθώσεωςμιθωσις διὰ τῆς Σύρου τραπέζης ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι ἐν μηνὶετεὶ Τῦβι τοῦ ἐνεστῶτος δ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβάστου Γερμανικοῦ Αὐτοκράτορος καὶ οὐδένεὐδέν σοισυ ἐνκαλῶ περὶ τῆς αὐτῆς μισθώσεωςμισθώσεος οὔτε περὶ οὐδενὸςοὐδαινὸς ἁπλῶς ὁπηνίκα ἐὰν εἴης περιλύσασά με ὡςὁς καθήκει ἄνευ πάσης ὑπερθέσεως καὶκὲ ἐμοῦ μηδὲν λαβόντοςλαβων διὰ τὸ ἀπεσχηκέναιἀπησχηγέναι με ταύτας ἀργυρίου δραχμὰς διακοσίας εἴκοσιεἰκοσις . ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ ΓερμανικοῦΚερμανικοῦ ΑὐτοκράτοροςΑὐτογράτορος Φαρμοῦθι κε. ἀντίγραφον περιλύσεως διὰ τῆς Πτολεμαίου τραπέζης Στοτοῆτις Διοσκόρου μετὰ κυρίου τοῦ ἑαυτῆςἑατη ἀδελφοῦ Πεκύσιος τοῦ Διοσκόρου Πτολεμαίῳ τραπεζίτῃ χαίρειν χρημάτισον Χιχόυτι Διοσκόρου ἃς ὤφειλονὤφιλον αὐτῷ κατὰ διαγραφὴν μισθώσεως ἀγορανομίου διὰ τῆς Σύρου τραπέζης ἐπὶ τοῦ Τῦβι κζ Σεβαστῇ τοῦ ἐνεστῶτος δ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καὶ λαμβ λόγουτας ισας ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι γίνονται δραχμαὶ σκ. ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι ι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.