no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11817.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ε Λουκίου Σεπτιμίου Σευήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Τῦβι κε. διεγράφη Ἥρωνι καὶ μετόχοις πράκτορσι ἀργυρικῶν Ἡφαιστιάδος Διονυσάριον Ἀπολλωνίου ὑπὲρ τελεσμάτων τοῦ τετάρτου ἔτους ῥυπαρὰς δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ, Μεχεὶρ ιη ἄλλας δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ, Φαμενὼθ η δραχμὰς δεκατέσσαρες, γίνονται δραχμαὶ ιδ. ἔτους ϛ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ αυ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἐπεὶφ ιγ. διεγράφη Παλαντι καὶ μετόχοις πρά κτορσι ἀργυρικῶν Ἡφαιστιάδος Διονυσάριον Ἀπολλωνίου ὑπὲρ τελεσμάτων πέμπτου δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.