no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11822.
Each record below describes this same artifact or text from a different angle.
ἐναύλωσεν Αὐρήλιος Ἡρακλῆς Διοσκόρου ἀπὸ Ἀνταίου πόλεως κυβερνήτης ἰδίου πλοίου ἀγωγῆς ἀρταβῶν διακοσίων πεντήκοντα ἀσήμου Αὐρηλίῳ Ἀρείῳ Ἡρακλείδου βουλευτῇ τῆς Ἀρσινοειτῶν πόλεως πρὸς ἐμβολὴν λαχανοσπέρμου ἀρτα βῶν διακοσίων πεντήκοντα ἐπὶ τῷ ἐμβαλέσθαι ἀπὸ ὅρμου Ἄλσους μητροπόλεως μέχρι ὅρμου τοῦ Ὀξυρυγχείτου ναύλου τοῦ συμφωνηθέντος ἀργυρίου δραχμῶν ἑκατὸν καθαρῶν ἀπὸ πάντων ἀφʼ ὧν ἐντεῦθεν ἔσχεν ἀργυρίου δραχμὰς τεσσεράκοντα, τὰς δὲ λοιπὰς δραχμὰς ἑξήκοντα ἀπολήμψεται ἅμα τῇ παραδόσει, ἅπερ φορτία παρα δώσει σῶα καὶ ἀκακούργητα ἀπὸ ναυτικῆς κακουργίας λαμβάνοντος αὐτοῦ πρὸς ἐμ βολὴν ἡμέρας δύο ἀπὸ τῆς κε καὶ ὁμοίως πρὸσ ἀνάπλουν αὐτοῦπροσαναμένειν αὐτὸνἐν τῷ ὈξυρυγχείτῃὈξυρυγχίτῃ ἡμέρας τέσσαρας, μεθʼ ἃς ἐὰν παρακατασχεθῇ λήμψεται ὁ κυβερνήτης ἡμερησίως δραχμὰς δεκαὲξ ἑαυτῷ παρεχόμενος ὁ κυβερνήτης τοὺς αὐτάρκεις ναύτας καὶ τὴν τοῦ πλοίου πᾶσανπᾶσην ἐπιχρείαν, λήμψεται δὲ ὁμοίως ὑπὲρ σπονδῆς ἐν τῷ Ὀξυρυγχεί τῃ οἴνου κεράμιον. ἡ ναυλωτικὴ κυρία. Αὐρήλιος Ἡρακλῆς νεναύλωκα καὶ ἔσχονἔσχων ἐπὶ λόγου τὰς δραχμὰς τεσσαράκοντα ὡς πρόκειταιπρόγκειται. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Φαῶφι κβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.