no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19794.
Each record below describes this same artifact or text from a different angle.
περὶ τεχνίτου α λουφοίων τω ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. ἕνα τέκτονα ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου ἐπὶ μῆνας τέσσαρας λόγῳ ἐργασίας λουφοίων μετακομιζόντων εἰς τὸ Κλύσμα ἐπὶ τῆς παρούσης ἰνδικτίονος ὀγδόης θεματίσαντες τοὺς μισθοὺς καὶ τὴν δαπάνην αὐτοῦ ἐκ τοῦ μηνὸς νομίσματος δίμοιρον χωρὶς διδόμενον ἀπὸ τῆς σακέλλης καὶ τὸ τούτου ἐντάγιον ποιήσαντες ἐπέμψαμέν σοι. τοῦτον οὖν μετὰ τῶν ἐργαλείων αὐτοῦ πρὸς τὴν δύναμιν τοῦ ἐνταγίου πέμψον εὐθέως καὶ παράδος Μααμεδ υἱῷ Αβι Αβιβα τῷ ἐπικειμένῳ τῆς ἐργασίας. ἐγράφη μηνὸς Θὼθ ϛ ἰνδικτίονος η Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ μηνὸς Θὼθ ἰνδικτίονος η ἠνέχθηἠνήχθη διʼ Αβου Αμερ βερεδαρίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.