no image
DDbDP-text
Letter of Qurra ibn Sharik requesting a report on sailors of the African raid. Official letter from Qurra ibn Sharik, Arab governor of Egypt, to Basileios, administrator of Aphrodito, ordering a report on the sailors from his district who took part in the naval raid on Africa led by Ata son of Rafi under Musa ibn Nusayr: how many returned, how many stayed in Africa and why, and how many died. A docket records its receipt. machine translation
Linked by Trismegistos ID
TM 19808.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐν ὀνόματι τοῦ Θεοῦ Κόρρα υἱὸς Σζεριχ σύμβουλος
Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν
τῷ Θεῷ καὶ μετὰ ταῦτα. οὐκ ἔγνωμεν τὴν ποσότητα τῶν ἐπαναλυσάντων
ναυτῶν ἐν τῇ διοικήσει σου ἐκ τῶν ἐξελθόντων εἰς τὸ κοῦρσον
Ἀφρικῆς μετὰ Ἀτα υἱοῦ Ῥαφε ὧνπερ ἀπέστειλεν Μουση
υἱὸς Νοσαειρ καὶ τῶν ἀπομεινάντων ἐν αὐτῇ Ἀφρικῇ.
λοιπὸν δεχόμενος τὰ παρόντα γράμματα γράψον πρὸς ἡμᾶς
τὴν ποσότητα τῶν καταλαβόντων ἐν τῇ διοικήσει σου
ὡς εἴρηται ναυτῶν καταμανθάνων ἐξ αὐτῶν καὶ ἐρωτῶν
χάριν τῶν ἀπομεινάντων ἐν τῇ αὐτῇ Ἀφρικῇ καὶ διʼ ἣν αἰτίαν
ἐναπέμειναν ἐκεῖσε ὡσαύτως καὶ τὴν ποσότητα
τῶν τελευτησάντων ἐν αὐτῇ ὡς λέλεκται καὶ κατὰ στράταν
μετὰ τὸ ἀπολυθῆναι αὐτοὺς καὶ ἁπλῶς εἰπεῖν ἅπασαν φανέρωσιν
καὶ εἴδησιν αὐτῶν ἀπαραλείπτως ποιῶν ἀπόστειλον
πρὸς ἡμᾶς διὰ πάσης συντομίας μετὰ τὴν ἀνάγνωσιν
τῶν παρόντων γραμμάτων. ἐγράφη μηνὸς Μεχεὶρ δ ἰνδικτίονος η
[v]
μηνὸς Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχθη διὰ Σαειδ περὶ καταγράψαι αὐτῷ ναύτας πεμφθέντας μετὰ Ἀτα υἱοῦ Ῥαφε καὶ … […]ε […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.