no image
DDbDP-text
Letter of Qurra ibn Sharik demanding arrears of palm beams for the caliph's palace. Letter from the Arab governor of Egypt, Qurra ibn Sharik, to Basileios, administrator of Aphrodito, demanding speedy delivery of overdue building materials, especially long palm beams and palm fronds, for the caliph's palace under construction. Written 19 August 710 at Aphrodito's administrative context, with a receipt docket noting delivery by courier. machine translation
Linked by Trismegistos ID
TM 19820.
Each record below describes this same artifact or text from a different angle.
[r]
περὶ εἰδῶναὐλῆς τοῦ Ἀμιραλμουμνιν
[… 1 line lost …]
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος
Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ.
εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἡμῶν ἐγκυψάντων
εἰς τὰ διασταλέντα εἴδη διὰ τῆς διοικήσεώς σου λόγῳ τῆς
κτιζομένης αὐλῆς τοῦ Ἀμιραλμουμνιν ὑπὸ Ἰαειε βεν Ἀνδαλα
ηὕρομεν τὴν διοίκησίν σου λοιπαζομένην τὰ ἐν τῇ ὑποτεταγμένῃ
γνώσει. δεχόμενος οὖν τὰ παρόντα γράμματα ἔκπεμψον
μετὰ πάσης συντομίας τὰ λοιπασθέντα διὰ τῆς διοικήσεώς σου
μὴ ὑστερῶν ἐξ αὐτῶν τι τὸ σύνολον μήτε μὴν πέμπων τι ἐκ τῶν
φοινικοδοκίων εἰ μή τι ποιοῦντα εἰς στέγασιν μεγάλων
οἰκημάτων, ἀπὸ πηχῶν δέκα καὶ ἄνω. ἔσῃ δὲ ἐπιστάμενος ὡς σοῦ
μὴ πέμποντός τι ἐκ τῶν τοιούτων φοινικοδοκίων ἃ ποιεῖ τ[…]τ[…]τ[…]
[…] ὅσον γεγραφήκαμέν σοι ἐν τοῖς παροῦσι
γράμμασιν οὐ μὴ τοῦτο δέξονται ἔκ σου οὔτε τοῦτο
ἀφορμαζόμεθά σοι. καὶ γὰρ οὐκ ἔχεις τὴν οἵαν οὖν ἀφορμὴν
περὶ τῶν φοινικοδοκίων. μὴ δεήθῃς οὖν ἑτέρων ἡμῶν
γραμμάτων τούτου χάριν ἐὰν ἔχεις φρένας καί ἐστι
ἐν σοὶ ἀγαθόν. ἐγράφη μηνὸς Μεσορὴ κϛ ἰνδικτίονος θ
[…]ἐν ἰνδικτίονι η φοινικοδόκια σχιστὰ ιβ βάϊα Α
[…] ἐν ἰνδικτίονι θ φοινικοδόκια σχιστὰ θ Αφ
γίνεται φοινικοδόκια σχιστὰ κα βάϊα Βφ
[v]
Κορραυἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ.
† μηνὸς Θὼθ θ ἰνδικτίονος θ ἠνέχθη διʼ Ἀβου Σουφουαν βερεδαρίου περὶ λοιπαδαρίων εἰδῶν αὐλῆςτοῦ ἈμιραλμουμνινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.