no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19819.
Each record below describes this same artifact or text from a different angle.
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἀνεστείλαμέν σοι λόγῳ ποιήσεως πησσομένων τῶν καράβων σιδήρου κεντηνάρια τέσσαρα εἰς ὅνπερ ἐνεστείλαμεν κάμπανον τῆς διανομῆς ἐπὶ τοῦ παρόντος ταρβαζει ὑπὲρ τοῦ περυσινοῦ ἓξ λίτρας τοῦ κεντηναρίου καὶ ἰδοὺ τὴν διαίρεσιν τοῦ αὐτοῦ σιδήρου ὑπετάξαμέν σοι ἐν τῇ παρούσῃ ἐπιστολῇ φανεροποιήσαντες τί ὑπολογιζόμεθα ἑκάστῃ λογῇ ὑπὲρ ἀπουσίας. δεχόμενος οὖν τὰ παρόντα γράμματα παράλαβε τὸ τοιοῦτο σίδηρον καὶ διάστειλον αὐτὸ διὰ τῶν χωρίων πρὸς τὴν δύναμιν τῶν σταλέντων σοι ἡμετέρων ἐνταγίων μὴ συμπαθῶν ἢ ἀντιπαθῶν τινι ἐν τῇ τοιαύτῃ διαστολῇ ἀλλὰ παρέχων ἑκάστῳ χωρίῳ πρὸς ἀναλογίανἀνηλογίαν τὸ ἐπιλαχὸν αὐτῷ ἐξ ἑκάστης λογῆς παράγγειλον αὐτοῖς τοῦτο διὰ πάσης συντομίας κατεργάσασθαι πησσόμενα καλὰ καὶ πεποιημένα πρὸς τὸ ἐνδίκιονἐνδικι τὸ σταλὲν ὑμῖν. ἐγράφη μηνὸς Ἁθὺρ γ ἰνδικτίονος θ γνῶσις διαιρέσεως κεντηνάρια δ μαζίου κεντηνάρια β κουφιζόμενα τὸ τρίτον συλλογίου κεντηνάρια β οὕτως κεντηνάριον α κουφιζόμενον τὸ τρίτον καὶ κεντηνάριον α κουφιζόμενον τὸ τέταρτον περὶ σιδήρου κεντηνάρια δSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.